Prosodia Catholica (Herodian)

Passage 1.278
← Index
1.278
No summary yet
δὲ τὸ ὄζειν. δυσώδη γὰρ τὰ φρέατα εἶχε. Διομήδεια πόλις Δαυνίων κτίσμα Διομήδους. καὶ νῆσος ἡ Διομήδεια. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρίππων. Ἐλάτεια πόλις Φωκίδος ἀπὸ Ἐλάτου. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ 'ρ'. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. Ἔμεια τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεσεν. Ἐπιφάνεια πόλις Συρίας κατὰ Ῥαφανέας ἐν μεθορίοις Ἀράδου. δευτέρα Κιλικίας. τρίτη Βιθυνίας. τετάρτη κατὰ Τίγριν. Ἐρίκεια δῆμος Ἀθήνησι τῆς Αἰγηΐδος φυλῆς. Ἐρύσθεια πόλις Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίας. Θεόπομπος εἰκοστῷ ἕκτῳ. Εὐέλγεια πόλις. Ἑκαταῖος περιηγήσει. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. Εὐμένεια πόλις Φρυγίας Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου. ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. δευτέρα Καρίας, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠετίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος .... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων ( 12 p. 537). εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλις Μαγνησίας. Ἑλλάνικος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 362 (83.6%) word LCS 80 (87.9%)
Show overlap highlight
…ίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠετίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος .... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆ…
Ἡράκλεια, πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύρῳ. ιαʹ μεταξὺ Σκυθίας καὶ Ἰνδικῆς. ιβʹ νῆσος ἐν τῷ Καρπαθίῳ πελάγει. ιγʹ Συρίας. ιδʹ Φοινίκης. ιεʹ Πιερίας. ιϛʹ πόλις καὶ νῆσος ... ιζʹ Κρήτης. ιηʹ Πισαϊκή. ιθʹ Καρίας, ἡ λεγομένη Ἀλβάκιος, μεσόγειος. κʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. τὸ ἐθνικὸν Ἡρακλεύς καὶ Ἡρακλειώτης καὶ Ἡρακλεώτης. καὶ Ἡράκλειον καὶ Ἡρακλεωτικόν.
char LCS 90 (58.1%) word LCS 14 (51.9%)
Show overlap highlight
…Αἰγηΐδος φυλῆς. Ἐρύσθεια πόλις Κύπρου. Εὔγεια χωρίον Ἀρκαδίας. Θεόπομπος εἰκοστῷ ἕκτῳ. Εὐέλγεια πόλις. Ἑκαταῖος περιηγήσει. Εὐκάρπεια δῆμος τῆς μικρᾶς Φρυγίας. Εὐμένεια πόλις Φρυγίας Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου. ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτως. δευτέρα Καρίας, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. …
Εὐμένεια, πόλις Φρυγίας, Ἀττάλου καλέσαντος ἀπὸ Εὐμενοῦς τοῦ Φιλαδέλφου· ἢ Ὕλλος καλῶς μείνας ὠνόμασεν οὕτω. δευτέρα Καρίας. τρίτη ἐπὶ Ὑρκανίᾳ. ὁ πολίτης Εὐμενεύς. τὸ ἐθνικὸν ἀπὸ Εὐμενείας.
char LCS 82 (80.4%) word LCS 14 (82.4%)
Show overlap highlight
… τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. δευτέρα πόλις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φ…
Κεκρυφάλεια, ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. τὸ ἐθνικὸν Κεκρυφαλεύς.
char LCS 82 (53.9%) word LCS 14 (56.0%)
Show overlap highlight
…7). εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ ἀπὸ Καλαύρου τοῦ Ποσειδῶνος. Κάρπεια· οὕτως τινὲς τὴν Κάλπην πόλιν φασί. Κασάνδρεια πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. Κεκρυφάλεια ἄκρα τις, περὶ ἣν ἐνίκησαν Αἰγινήτας Ἀθηναῖοι. τινὲς δὲ νῆσον αὐτήν φασι Πελοποννήσου. Κορώνεια πόλις Βοιωτίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κορώνου τοῦ Θ…
Κασάνδρεια, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ἥ ποτε Ποτίδαια, λεγομένη, ἀπὸ Κασάνδρου τοῦ Ἀντιπάτρου. ὁ πολίτης Κασανδρεύς. Ποσείδιππος δὲ κωμῳδίας ποιητὴς υἱὸς ἦν Κυνίσκου Κασανδρέως.
char LCS 48 (47.1%) word LCS 6 (40.0%)
Show overlap highlight
…ις Πελοποννήσου μεταξὺ Σικυῶνος καὶ Κορίνθου. τρίτη τῆς Φθιώτιδος. ἔστι καὶ φρούριον τῆς Ἀμβρακίας. τετάρτη πόλις Κύπρου. ἔστι καὶ χερρόνησος πρὸς τὴν Ἀττικήν. Κράνεια χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλι…
Κράνεια, χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. τὸ ἐθνικὸν Κρανειάτης ὡς Μαλειάτης, ὥς φησι Σοφοκλῆς Λαρισαίοις.
char LCS 47 (71.2%) word LCS 9 (75.0%)
Show overlap highlight
…ς. δευτέρα Καρίας, τρίτη ἐπὶ Ὑρκανίᾳ. Εὐωνύμεια πόλις Καρίας. ἔστι καὶ δῆμος Ἀθηναίων ἀπὸ Εὐωνύμου τοῦ Γῆς καὶ Οὐρανοῦ ἢ Κηφισοῦ. λέγεται καὶ ὁ δῆμος Εὐώνυμος. Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ Ἠετίωνος Ἡράκλεια πόλις Θρᾴκης ἐν τῷ Πόντῳ διάσημος. βʹ Σικελίας. γʹ Λυδίας. δʹ Λιβύης. εʹ Σαρδοῦς. ϛʹ Ἰταλίας. ζʹ Κελτικῆς. ηʹ Θεσσαλίας. θʹ Καρίας. ιʹ ἐν τῷ Λυδίῳ Ταύ…
Ἠετιώνεια, οὕτως ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα, ἀπὸ Ἠετίωνος. τὸ ἐθνικὸν Ἠετιώνειος.
char LCS 45 (62.5%) word LCS 8 (61.5%)
Show overlap highlight
…δεια. ἔστι καὶ τόπος Διομήδεια πλησίον Ἀργυρίππων. Ἐλάτεια πόλις Φωκίδος ἀπὸ Ἐλάτου. ἔστι καὶ Θετταλίας. ἔστι καὶ Θεσπρωτίας, ἣν καὶ Ἐλατρίαν φασὶ διὰ τοῦ 'ρ'. Ἐλέγεια χωρίον πέραν Εὐφράτου. Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. Ἔμεια τόπος πλησίον Μυκηνῶν. Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐκ τοῦ Ἅιδου ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ ἐκεῖ ἤμεσεν. Ἐπιφάν…
Ἐλέγεια, χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. τὸ ἐθνικὸν Ἐλεγεύς ὡς Σελευκεύς.
char LCS 43 (74.1%) word LCS 7 (70.0%)
Show overlap highlight
…ʹ πόλις πρὸς τῇ Κυμαίᾳ τῆς Αἰολίδος. καʹ Ἀκαρνανίας πόλις. κβʹ νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων ( 12 p. 537). εἰσὶ καὶ ἄλλαι …
Θώκνεια, πόλις Ἀρκαδίας, ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ. ὁ πολίτης Θωκνεύς.
char LCS 37 (67.3%) word LCS 5 (62.5%)
Show overlap highlight
… νῆσος ἐν τῷ Ἀτλαντικῷ. κγʹ Μακεδονίας, Ἀμύντου τοῦ Φιλίππου κτίσμα. Ἰσοκράτεια μία τῶν Ἀμαζόνων. Θώκνεια πόλις Ἀρκαδίας ἀπὸ Θώκνου. Παυσανίας ὀγδόῳ (c. 3, 2). Ἰλούργεια πόλις Ἰβηρίας. Πολύβιος ἑνδεκάτῃ. Καισάρεια μητρόπολις τῆς Καππαδοκίας ἡ πρὶν Εὐσέβεια καὶ Μάζακα ὡς Στράβων ( 12 p. 537). εἰσὶ καὶ ἄλλαι τούτῳ τῷ ὀνόματι προσαγορευόμεναι. Καλαύρεια νησίδιον …
Ἰλούργεια, πόλις Ἰβηρίας, Πολύβιος ἑνδεκάτῃ. τὸ ἐθνικὸν Ἰλουργεύς.
char LCS 28 (44.4%) word LCS 5 (41.7%)
Show overlap highlight
…α χωρίον Ἀμβρακιωτῶν. Θεόπομπος πεντηκοστῷ πρώτῳ. Κυβέλεια πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ. Κυνέτεια πόλις Ἄργους. Καλλίμαχος δευτέρῳ. Λαγίνεια πολίχνιον Βιθυνίας. Λάεια πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. Λακέρεια πόλις Μαγνησίας. Ἑλλάνικος
Λάεια, πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Λαΐτης, ὡς Παυσανίας φησὶ πέμπτῳ.