Δευκαλιωνείας πρώτῳ. ἔστι καὶ τῆς Ἰταλίας. καὶ ἄλλη Ἀργολίδος ἡ καὶ Ἑρμιόνη. Λάμπεια ὄρος Ἀρκαδίας. Παρθένιος Ἀνθίππῃ. Λαμπέτεια πόλις Βρεττίας. Πολύβιος τρισκαιδεκάτῳ. Λύζεια πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Λυζέως τινός. Λαμπώνεια πόλις Τρῳάδος. Ἑκαταῖος Ἀσίᾳ. Ἑλλάνικος δὲ Λαμπώνιον αὐτήν φησι. Πιτύεια· οὕτως Ἐπαφρόδιτος ὑφ´ Ὁμήρου (Β 829) Λάμψακον κληθῆναι διὰ τὸ πιτύων πλῆθος, Λαομεδόντειαν καλουμένην. Λαοδαμάντεια νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος. ἐκαλεῖτο δὲ Λαομεδόντεια ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Λιρνύτεια πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Λυκώρεια κώμη ἐν Δελφοῖς. Καλλίμαχος ἐν τρίτῳ. ἀπὸ Λυκωρέως τοῦ βασιλέως. Λυσιμάχεια πόλις τῆς Θρᾴκης χερρονήσου ἡ πρότερον Καρδία. Μακύνεια πόλις Αἰτωλίας. Στράβων δεκάτῃ (p. 451. 460). Μάρεια πόλις καὶ λίμνη τῇ Ἀλεξανδρείᾳ παρακειμένη, ἣ καὶ Μαρεῶτις λέγεται. Μελάμπεια πόλις Λυδίας ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυδιακοῖς. Μίδεια πόλις ἐν Ἄργει ἀπὸ Μιδείας τῆς Ἀλωέος θυγατρός. λέγεται καὶ χωρὶς τοῦ 'ι' Μιδέα. ἔστι καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν» (Β 507). ἔστι καὶ Λυκίας ἄλλη. Μολύνδεια πόλις Λυκίας ἀπὸ Μολυνδέως. Ἀλέξανδρος ἐν τῷ περὶ Λυκίας πρώτῳ. Μύρλεια πόλις Βιθυνίας ἀπὸ Μύρλου τοῦ Κολοφωνίων ἡγεμόνος· οἱ δὲ ἀπὸ Μυρλείας Ἀμαζόνος. Νακόλεια πόλις Φρυγίας. Στράβων δωδεκάτῃ (p. 576). διὰ τῆς 'ει' διφθόγγου παρὰ τὸν Νάκολον τὸν Δασκύλου παῖδα. ἔστι καὶ οὐδέτερον Νακόλαιον ἀπὸ Νακόλης νύμφης ὥσπερ ἀπὸ τοῦ νύμφη νύμφαιον καὶ Ἥρα Ἥραιον. Νεάνδρεια πόλις Τρῳάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. λέγεται καὶ Νεάνδρειον οὐδετέρως ὡς Θεόπομπος. Νεοκαισάρεια Ποντικὴ πόλις. ἔστι καὶ Βιθυνίας. Νικομήδεια πόλις Βιθυνίας ἀπὸ Νικομήδους τοῦ Ζηΐλα παιδὸς ἐπισημοτάτου βασιλέως ἣ καὶ Ὀλβία ἐκλήθη. Παρώρεια πόλις Ἀρκαδίας. λέγεται δὲ καὶ Παρωραία. Πελόπεια πόλις Λυδίας ἡ ὕστερον Θυάτειρα. Πήρεια Θεσσαλίας χωρίον. Πιάλεια πόλις Θεσσαλικὴ ὑπὸ τὸ Κερκετικὸν ὄρος. Πλειστάρχεια πόλις Καρίας, ἣ καὶ πρότερον καὶ ὕστερον Ἡράκλεια ὠνομάσθη. Πλώθεια δῆμος Αἰγηΐδος φυλῆς, ἣ καὶ Πλωθιά. Ποδάλεια πόλις Λυκίας πλησίον Λιμύρων. Πολίτεια πόλις Ἀχαΐας. Προγάσεια πόλις Λυδίας. Ῥαφάνεια πολίχνιον Συρίας, Ῥάφεια πόλις Συρίας. Ῥόβεια Πιερίης. Σαλώνεια πόλις Βιθυνίας. Σαμάρεια πόλις τῆς Ἰουδαίας. Σάνεια πόλις Ἰνδική. Ἀρριανὸς Ἀλεξανδριάδος ἑβδόμῳ. Σελεύκεια πόλις ἐπὶ Κιλικία τραχεῖα λεγομένη. ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. πρότερον δὲ Ὀλβία ἐκαλεῖτο καὶ Ὑρία. Σκάνδεια ἐπίνειον Κυθήρων, ὡς Παυσανίας τρίτῳ (c. 23, 1). Σολύγεια κώμη Κορίνθου, ὡς Θουκυδίδης τετάρτῃ (c. 42). Στρατονίκεια πόλις Μακεδόνων πλησίον Καρίας, κέκληται δὲ ἀπὸ Στρατονίκης τῆς Ἀντιόχου γυναικός. ἔστι καὶ ἕτερον πολίχνιον πρὸς τῷ Ταύρῳ. Στρούθεια πόλις Φρυγίας ἐν τοῖς ὅροις Λυκαονίας. Σφήκεια πόλις Εὐβοίας. Λυκόφρων (v. 447) «οἱ πέντε που Σφήκειαν εἰς Κεραστίδα». οὕτω δὲ καὶ ἡ Κύπρος
Pending translation