Discussion of place-name Olizon and its vowel/accent alternations; ethnonym Amazons with etymologies and forms; treatment of adjectives/nouns in -θων and examples (Οθων, Μαθων, Πυθων), phonological and morphological notes.
τῆς εὐδαιμονίας τῆς χώρας ἐπῃρμένους τοῦ 'α' εἰς τὸ 'ι' τραπέντος. ὀλίζων· τὸ δὲ Ὀλιζών πόλις Θετταλίας—Ἑκαταῖος Εὐρώπῃ «καὶ Πιτύειαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν» (Il. Β 717)—κλίνεται διὰ τοῦ 'ω' καὶ ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ «λαοὶ δ´ ὑπ´ ὀλίζονες ἦσαν» (Σ 519). ὠνομάσθη δὲ ἀπὸ τοῦ μικρὰ εἶναι. Θεσσαλοὶ γάρ, ὡς ἱστορεῖ Δημοσθένης ἐν κτίσεσι, τὸ μικρὸν ὄλιζον καλοῦσι. τὸ δὲ Ἀμαζών ἔχει μακρὸν τὸ 'α'· ἔστι δὲ ἔθνος γυναικεῖον πρὸς τῷ Θερμώδοντι, ὡς Ἔφορος. τινὲς ἀπὸ τοῦ ἐστερῆσθαι μαζῶν· ἀπίθανος δὲ ἡ τοιαύτη ἐτυμολογία· Θεμισταγόρας δὲ καὶ ἐν τῇ χρυσῇ βίβλῳ φησίν «ὅτι κατὰ τὴν Ἀλόπην τὴν νῦν καλουμένην Λυκίαν τὴν πρὸς τῇ Ἐφέσῳ γυναῖκες μίᾳ συμβουλῇ τὰ συνήθη ταῖς γυναιξὶν ἔργα ἀπαρνησάμεναι καὶ ζώναις χρησάμεναι καὶ ὁπλισμοῖς τὰ τῶν ἀνδρῶν πάντα ἐπετήδευον· πρὸς δὲ τὰ ἄλλα καὶ ἤμων σὺν αὐταῖς ζώναις, ὅ ἐστιν ἐθέριζον. διὰ τοῦτο καὶ Ἀμαζόνας κεκλῆσθαι τὰς σὺν ταῖς ζώναις ἀμώσαις». ἢ ὅτι τὸν ἕνα τῶν μαζῶν ἔκαιον χάριν τοῦ τοξεύειν ἢ ὅτι μάζαις οὐκ ἐχρῶντο, ἀλλ´ ὄφεσι καὶ σκορπίοις καὶ σαύραις καὶ χελώναις. οἱ δὲ ἀπὸ μητρὸς Ἀμαζοῦς. λέγεται δὲ καὶ Ἀμαζών ἀρσενικῶς ὡς παρὰ Καλλιμάχῳ «ἵν´ Ἀμαζόνες ἄνδρες ἔωσιν». τὸ δὲ ἀλαζών ὁ ὑπερήφανος μακρὸν ἔχον τὸ 'α' ὀξύνεται· τὸ δὲ ἐπὶ ἔθνους ὁμόρου τοῖς Σκύθαις φυλάττει τὸ 'ω' ἐν ταῖς πλαγίαις πρὸς ἀντιδιαστολήν. Τὰ εἰς 'θων' δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικά, μόθων, οὕτω γὰρ οἱ Λακεδαιμόνιοι τὸν οἰκογενῆ δοῦλον καλοῦσιν, οἱ δὲ Ἀθηναῖοι οἰκότριβά φασι, σημαίνει δὲ καὶ εἶδος αἰσχρᾶς καὶ ἀπρεποῦς ὀρχήσεως, Ὄθων, Μάθων ὁ Θηβαῖος, πίθων ὁ πίθηκος ὑποκοριστικῶς, Ῥίνθων, αἴθων, ῥώθων, κώθων εἶδος ποτηρίου καὶ τὸ ἐν τῇ συνηθείᾳ ἐφ´ ὕβρει λεγόμενον καὶ νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος. μάλθων ὁ μαλθακός. Πύθων ὁ δράκων.
Pending translation