Prosodia Catholica (Herodian)

Passage 1.280
← Index
1.280
Catalogue of Greek place names (many beginning with Φ/Ph-), with regions, founders/etymologies, and Homeric citations.
ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτως ἐκαλεῖτο Φλιοῦς πόλις Πελοποννήσου. Θέσπεια πόλις Βοιωτίας, Θεσπιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύθραντος τοῦ Πανδίονος· Ὅμηρος «Θέσπειαν Γραῖάν τε» (B 498). γράφεται καὶ διὰ τοῦ 'ι' καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ «Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως, ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος (Β 571) «Ὀρνειάς τ´ ἐνέμοντο». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδος καὶ Αὐγειαί πόλις Λοκρίδος. Ὅμηρος (Β 532) «καὶ Αὐγειὰς ἐρατεινάς». ἔστι καὶ Λακωνικὴ πόλις Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία,
It was named from the men dwelling there, who were called Σφῆκες. Temeneia, a city of Phrygia on the border of Lycaonia. Polyanth(e)ia was formerly called Trallis, a city of Lydia, because many flowers grow there. Trapheia, a city of Boeotia, having many herds. Triteia, a Trojan city, a foundation of the Arisbaioi; there is also another between Phocis and the Ozolian Locrians. Hyameia, a city of Messenia, one of the five. Hyapeia, a city of Phocis, from Hyapos. Phidaleia, the wife of Byzas. Pharnakeia, a region and Pontic city, near Trapezus. Phanagoreia, a city, from Phanagoros, as Hecataeus says in Asia. The island is Phanagore and Phanagoreia. Phegeia, a city of Arcadia, from King Phegeus, as Charax says in book 4 of the Hellenica. Phigaleia, a city of Arcadia. Rhianus in book 5 of the Messeniaca: “and he was leading up his wife to rugged Phigaleia.” But it was renamed Phialeia, without the ‘g’, from someone named Phialos; there is also a Phialeia of Bithynia. Phorieia, a village of Arcadia. Philadelphia, a city of Lydia, a foundation of Attalus Philadelphus; it lies in the Burnt Country, held by Mysians and Lydians; Strabo book 12. There is also another, in Egypt, and a third, a notable city of Syria, from Ptolemy Philadelphus. Aranteia: thus was called Phlius, a city of the Peloponnese. Thespeia, a city of Boeotia, a foundation of Thespiadus, but according to some of Thespius son of Teuthras son of Pandion; Homer: “Thespeia and Graia” (B 498). It is also written with ‘ι’, and is lengthened and shortened in Corinna: “Θέσπια, nobly born, hospitable, lover of the Muses.” And in the epigram for those slain by the Persians: “They were of Philiadus the Megarian—men who once dwelt beneath the crags of Helicon—by the valor in which broad-dancing Thespia prides herself.” In the plural, however, Θεσπιαί is accented with an acute. It is also accented acute because it is said in the plural: Ὀρνειαί, a village of Argolis; there is also another city between Corinth and Sicyon. Homer (B 571): “and they inhabited Ὀρνειάς.” The forms Ὀρνειαί are written with a diphthong, and likewise Βρυσειαί, a city of Elis, and Αὐγειαί, a city of Locris. Homer (B 532): “and lovely Αὐγειάς.” There is also a Laconian city, Αὔγεια. And ἐγχεία and ἐλεγχεία…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 156 (51.1%) word LCS 29 (53.7%)
Show overlap highlight
…νιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. Ἀράντεια· οὕτως ἐκαλεῖτο Φλιοῦς πόλις Πελοποννήσου. Θέσπεια πόλις Βοιωτίας, Θεσπιάδου κτίσμα, κατὰ δέ τινας Θεσπίου τοῦ Τεύθραντ…
Φιλαδέλφεια, πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης, ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα τῆς Αἰγύπτου. καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις, ἡ πρότερον Ἄμμανα εἶτ´ Ἀστάρτη εἶτα Φιλαδέλφεια ἀπὸ Πτολεμαίου τοῦ φιλαδέλφου. ὁ πολίτης Φιλαδελφεύς. τὸ δὲ Φιλαδελφηνός ἐπιχώριον. οὕτω γὰρ Ἰώσηπος κʹ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
char LCS 155 (37.4%) word LCS 27 (36.0%)
Show overlap highlight
…ίονος· Ὅμηρος «Θέσπειαν Γραῖάν τε» (B 498). γράφεται καὶ διὰ τοῦ 'ι' καὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ «Θέσπια, καλλιγένεθλε, φιλόξενε, μουσοφίλητε». καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως, ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. ὀξύνεται δὲ καὶ διὰ τὸ πληθυντικῶς λέγεσθαι Ὀρνειαί, κώμη Ἀργείας· ἔστι καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος. Ὅμηρος (Β 571) «Ὀρνειάς τ´ ἐνέμοντο». γρ…
Θέσπεια, πόλις Βοιωτίας. Ὅμηρος “Θέσπειαν Γραῖάν τε”. Θεσπιάδου κτίσμα, [κατὰ δέ τινας Θεσπίου] τοῦ Τεύθραντος τοῦ Πανδίονος. γράφεται καὶ διὰ τοῦ « ι » καὶ ἐκτείνεται. καὶ συστέλλεται παρὰ Κορίννῃ. καὶ ἐπίγραμμα τῶν ἀναιρεθέντων ὑπὸ τῶν Περσῶν. ἦν δὲ Φιλιάδου Μεγαρέως· ἄνδρες τοί ποτ´ ἔναιον ὑπὸ κροτάφοις Ἑλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος. πληθυντικῶς δὲ Θεσπιαί ὀξυτόνως. καὶ θαῦμα πῶς τὸ ἑνικὸν διὰ διφθόγγου γράφεται. δευτέρα Θεσσαλίας. τρίτη ἐν Σαρδοῖ. ὁ πολίτης Θεσπιεύς καὶ Θεσπιάς καὶ Θεσπίς.
char LCS 143 (77.7%) word LCS 27 (79.4%)
Show overlap highlight
…πεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ …
Φιγάλεια, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν “τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν”. μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ « γ » ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. τὸ ἐθνικὸν τῆς προτέρας Φιγαλεύς καὶ Φιγαλείτης.
char LCS 68 (38.0%) word LCS 12 (38.7%)
Show overlap highlight
…ολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλ…
Φαναγόρεια, πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια· ἔστι καὶ ἐμπόριον τὰ Φαναγόρεια οὐδετέρως. τὸ ἐθνικὸν ἐχρῆν Φαναγορεύς ὡς Ἀλεξανδρεύς τῷ πλείονι λόγῳ. ἐκράτησε δ´ ὅμως Φαναγορείτης.
char LCS 42 (35.9%) word LCS 9 (37.5%)
Show overlap highlight
…α πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φανα…
Τρίτεια, πόλις Τρωική, Ἀρισβαίων κτίσμα. ὁ πολίτης Τριτειεύς. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. ἔστι καὶ Ἀχαΐας ἄλλη διὰ δύο « ττ ».
char LCS 40 (62.5%) word LCS 6 (54.5%)
Show overlap highlight
… ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φ…
Τράφεια, πόλις Βοιωτίας, πολλὰ θρέμματα ἔχουσα. τὸ ἐθνικὸν Τράφιος ἢ Τραφιεύς.
char LCS 39 (44.8%) word LCS 7 (43.8%)
Show overlap highlight
…καὶ Σικυῶνος. Ὅμηρος (Β 571) «Ὀρνειάς τ´ ἐνέμοντο». γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί καὶ Βρυσειαί πόλις Ἤλιδος καὶ Αὐγειαί πόλις Λοκρίδος. Ὅμηρος (Β 532) «καὶ Αὐγειὰς ἐρατεινάς». ἔστι καὶ Λακωνικὴ πόλις Αὔγεια. τὸ δὲ ἐγχεία καὶ ἐλεγχεία,
Αὔγεια, πόλις Λοκρίδος. Ὅμηρος “καὶ Αὐγειὰς ἐρατεινάς”. ἔστι καὶ Λακωνικὴ πόλις με...πνῶν. τὸ ἐθνικὸν Αὐγεάτης.
char LCS 34 (66.7%) word LCS 6 (66.7%)
Show overlap highlight
ἐκαλεῖτο ἀπὸ τῶν ἐνοικούντων ἐκεῖ ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες. Τεμένεια πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. Πολυάνθεια πρότερον ἐκαλεῖτο Τράλλις πόλις Λυδίας διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαί…
Τεμένεια, πόλις Φρυγίας πρὸς τῇ Λυκαονίᾳ. τὸ ἐθνικὸν Τεμενεύς.
char LCS 30 (45.5%) word LCS 6 (46.2%)
Show overlap highlight
…ὰ ἄνθη ἐκεῖ πεφυκέναι. Τράφεια πόλις Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκατα…
Ὑάμεια, πόλις Μεσσήνης, τῶν πέντε μία. ὁ πολίτης Ὑαμίτης ἢ Ὑαμείτης διὰ διφθόγγου.
char LCS 26 (65.0%) word LCS 5 (62.5%)
Show overlap highlight
…Βοιωτίας πολλὰ θρέμματα ἔχουσα. Τρίτεια πόλις Τρωϊκὴ Ἀρισβαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φ…
Ὑάπεια, πόλις Φωκίδος, ἀπὸ Ὑάπου. ὁ πολίτης Ὑαπεύς.