Prosodia Catholica (Herodian)

Passage 1.283
← Index
1.283
No summary yet
Ἀθηναίων παρὰ τὸ «ἁλέες δεῦτε» παραγωγὸν ἁλία καὶ ἡλιαία. Ἡραία· οὕτως ἐκαλεῖτο ἡ ἐλάττων Ὕβλα. Κασταναία πόλις Θεσσαλίας. Εὔδοξος δὲ διὰ τοῦ 'θ' φησί. Λυκόφρων (v. 907) «καὶ Κασταναίαν ἀκτέριστον ἐν πέτραις». Κοσσαία μέρος Περσίδος· Στράβων ιϛʹ (p. 744). ἔστι καὶ Θρᾴκης πολίχνιον. Καρταία πόλις Ἰβηρίας, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτω Περσικῶν. Κυτταία πόλις Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων (v. 1312) «ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών». Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη τοῦ Ἄργους. Θουκυδίδης ( 2, 80). Νυμφαία ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος «Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι» (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ ( 32, 8). Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμος τῆς Αἰγηΐδος φυλῆς. Τὰ εἰς 'α' καθαρὸν μονογενῆ παραληγόμενα 'ε' βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγουσιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα «ὃν πτελέαι τε καὶ ἰτέαι» (Φ 350) καὶ «ὁ δὲ πτελέην ἕλε χερσίν» (Φ 242). ἐπὶ μὲν οὖν τούτου κατὰ τὴν αἰτιατικὴν πτῶσίν τινες ὀξύνουσι· — διὸ καὶ τὴν εὐθεῖάν τινες ὤξυνον· —καὶ δῆλον ὅτι κατὰ μεταβολὴν
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 83 (53.5%) word LCS 14 (48.3%)
Show overlap highlight
…τον ἐν πέτραις». Κοσσαία μέρος Περσίδος· Στράβων ιϛʹ (p. 744). ἔστι καὶ Θρᾴκης πολίχνιον. Καρταία πόλις Ἰβηρίας, περὶ ἧς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. Κυρταία πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτω Περσικῶν. Κυτταία πόλις Κολχική, ἣ καὶ Κύτα. Λυκόφρων (v. 1312) «ὃς εἰς Κυταίαν τὴν Λιβυστίνην μολών». Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη τοῦ Ἄργους. Θουκυδίδης ( …
Κυρταία, πόλις ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρξης Μεγάβυζον. Κτησίας τρίτῳ Περσικῶν. τὸ ἐθνικὸν ἐκ τῆς τέχνης Κυρταιανός, ἐκ δὲ τῆς χώρας Κυρταιηνός ὡς Σωφηνός καὶ Ἀραξηνός.
char LCS 67 (100.0%) word LCS 12 (100.0%)
Show overlap highlight
…ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ ( 32, 8). Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Φηγαία δῆμος τῆς Αἰγηΐδος φυλῆς. Τὰ εἰς 'α' καθαρὸν μονογενῆ παραληγόμενα 'ε' βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγ…
Ὑλαία, χώρα Ποντική, Ἀβική λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου.
char LCS 60 (100.0%) word LCS 10 (100.0%)
Show overlap highlight
…νιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος «Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι» (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμ…
Πυρωναία, πόλις Λοκρίδος ἀπὸ Πύρωνος “Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι”.
char LCS 54 (76.1%) word LCS 9 (75.0%)
Show overlap highlight
…δρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος «Λοκρῶν ἀγυιαὶ …
Περαία, πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. τὸ ἐθνικὸν Περαιεύς.
char LCS 51 (42.5%) word LCS 9 (39.1%)
Show overlap highlight
…κρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι» (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ ( 32, 8). Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τ…
Τιθοραία, πόλις Βοιωτίας, ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ. ἐνταῦθα Ζῆθος καὶ Ἀμφίων ἐτάφησαν. ὁ πολίτης Τιθοραιεύς. ἔστι δ´ ἐν τῇ ἄκρᾳ Παρνασσοῦ.
char LCS 46 (44.7%) word LCS 8 (42.1%)
Show overlap highlight
…ε' βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγουσιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ. πτελέα. ἰτέα «ὃν πτελέαι τε καὶ ἰτέαι» (Φ  350) καὶ «ὁ…
Βρέα, πόλις [Θρᾴκης], εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. τὸ ἐθνικὸν ἔδει Βρεάτης. ἔστι δὲ Βρεαῖος παρὰ Θεοπόμπῳ εἰκοστῷ τρίτῳ.
char LCS 38 (71.7%) word LCS 6 (66.7%)
Show overlap highlight
…Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς καὶ Πύλαι. Πυραία μοῖρα Θεσσαλίας ὠνομασμένη ἀπὸ Πύρας. Πυρηναία πόλις Λοκρίδος. Πυρωναία πόλις Λοκρίδος ἀπὸ Πύρωνος «Λοκρῶν ἀγυιαὶ καὶ Πυρωναῖαι νάπαι» (Lycophr. v. 1149). Ῥηναία μικρὰ νῆσος πλησίον Δήλου, ἣ καὶ Ῥ…
Πυραία, μοῖρα Θεσσαλίας, ὠνομασμένη ἀπὸ Πύρας. ὁ οἰκήτωρ Πυραῖος.
char LCS 38 (62.3%) word LCS 6 (60.0%)
Show overlap highlight
…ών». Λιβυσσαία ἀπὸ τοῦ Λίβυσσα. Λιμναία κώμη τοῦ Ἄργους. Θουκυδίδης ( 2, 80). Νυμφαία ἡ νῆσος Καλυψοῦς παρὰ τῷ Ἀδρίᾳ. Ὀρδαία πόλις Μακεδονίας. Παρθυαία ἡ χώρα. Παροιταία χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον. Παρωραία Ἀρκαδίας πόλις ἡ καὶ Παρώρεια. ἔστι καὶ Μακεδονίας πόλις. Περαία πολίχνιον Συρίας. ἔστι καὶ χώρα Κορίνθου Περαία λεγομένη. Πυλαία τόπος Ἀρκαδίας, ὃς …
Παροιταία, χώρα τῆς Ἐρυθρᾶς θαλάσσης πλησίον, ἧς οἱ οἰκήτορες Παροιταῖοι.
char LCS 31 (68.9%) word LCS 5 (62.5%)
Show overlap highlight
…ἰς 'α' καθαρὸν μονογενῆ παραληγόμενα 'ε' βαρύνεται, εἰ μὴ πληθυντικὰ ἢ περιεκτικὰ εἴη, Ῥέα, θέα, ὅπερ Συρακόσσιοι θάα λέγουσιν, τὸ δὲ θεά ὀξύνεται· ἔστι δὲ καὶ Θέα πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. Βρέα πόλις Θρᾴκης, εἰς ἣν ἀποικίαν ἐστείλαντο Ἀθηναῖοι. γέα, ἐξ οὗ γῆ συνηρέθη· ἔστι καὶ Γέα πόλις πλησίον Πετρῶν ἐν Ἀραβίᾳ, ὡς Γλαῦκος ἐν Ἀραβικῇ ἀρχαιολογίᾳ…
Θέα, πόλις Λακωνικῆς. Φιλόχορος τρίτῳ. [οἱ πολῖται] Θεεῖς.
char LCS 30 (63.8%) word LCS 5 (62.5%)
Show overlap highlight
…πλησίον Δήλου, ἣ καὶ Ῥήνη καὶ Ῥηνίς. Αἰθραία· οὕτως ἐκαλεῖτο ἡ Ῥόδος. Ῥοξονοκαία πόλις. Τιθοραία πόλις Βοιωτίας ἀπὸ νύμφης Τιθοραίας, ὡς Παυσανίας ιʹ ( 32, 8). Τριταία πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ (p. 341). Ἰδαία ἡ ὕστερον Τροία. οὕτως ἐκαλεῖτο καὶ ἡ Κρήτη. Τυμφαία πόλις. Ὑλαία χώρα Ποντική, Ἀβικὴ λεγομένη τουτέστιν ὑλαία. Ἀλέξανδρος ἐν τῷ περὶ Πόντου. Φ…
Τριταία, πόλις Ἀχαΐας. Στράβων ὀγδόῃ. ὁ πολίτης Τριταιεύς.