Prosodia Catholica (Herodian)

Passage 1.285
← Index
1.285
Entry on place-names and phonetic accent/length changes: Corsia/Europe, Croceae (Laconian), Orneae (Argolis/other city), derivations and plural forms; notes on vowel shortening/lengthening in nouns (e.g., generos, dorea, ochea), examples with names: Cheia, Zeia, Pheia (Elis), Homer quote; Thria/Thriai and divinatory pebbles (thriai), tribal deme; Skia and Stia; Phthia and related forms, name origins; discussion of theia, dia, accent/length variations; mention of Dia city.
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πληθυντικά. τὸ δὲ γενεά, δωρεά, ὀχεά περιεκτικά ἐστιν. Τὰ εἰς 'α' μακρὸν μονογενῆ τῇ 'ει' ἢ τῷ 'ι' μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος «Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος.... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη «πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες». τὸ δὲ Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά 'ι' βραχεῖ παραληγόμενον. ἔστι δὲ καὶ Σκιά πολίχνιον Εὐβοίας. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία—πόλις καὶ μοῖρα Θετταλίας· Παρμενίσκος δὲ χώραν αὐτήν φησι οὐ πόλιν, οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης—βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενές ἐστι ὡς καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεονασμῷ τοῦ 'μ' μία. ἔστι δὲ καὶ Δῖα πόλις
In Europe. It is also said Κορσία with ι. Κροκεαί, a city of Laconia, one of the hundred cities; it is also used in the singular. Ὀρνεαί, a village of Argolis, also Ὀρνειαί—there is also another city between Corinth and Sicyon; and it is so called either from Ὀρνεύς son of Erechtheus, or from Ὀρνέα a nymph, or because it lies on a height, or homonymously from Ὀρνέας the river—it is accented with an acute as a plural. But γενεά, δωρεά, ὀχεά are collective. Monogender nouns in long -α, with penult in ει or long ι, when used of a substance, are accented with an acute: χειά, ζειά, a kind of barley, Φειά, a city of Elis. Homer: “by the walls of Φειά, about the streams of Iardanus” (Η 135). It is also said Φεά. φλιá, θριá; and θριαί are the prophetic pebbles which Athena discovered. And being vexed at those of Apollo … Zeus made the divination through the θριοί, though in good repute, untrustworthy. Therefore Apollo also said: “many are θριοβόλοι, but few indeed are men who are seers.” But Θρῖα, a deme of the Oineïs tribe, is circumflexed on the antepenult; but when said in the plural it is accented with an acute, Θριαί. It is also said Θριώ and Θριώς. στιά, to which also followed σκιá with short ι in the penult. There is also Σκιá, a small town of Euboea. But μνεία, χρεία are accented with a grave, for they are not taken as denoting a substance; and likewise λεία and Φθία—a city and a district of Thessaly; but Parmeniscus says it is a region itself, not a city, incorrectly. And it was named from Φθία a woman, or from Φθίος son of Poseidon and Larisa—these are accented with a grave, and also δεία, ‘want.’ But θεία is of three genders, as also δῖα, short in the final syllable, along with ἴα, and, with addition of μ, μία. There is also Δῖα, a city.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 168 (44.8%) word LCS 34 (43.0%)
Show overlap highlight
…ὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος «Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος.... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη «πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες». τὸ δὲ Θρῖα δῆμος τῆς Οἰνηΐδος φυλῆς προπερισπᾶται, πληθυντικῶς δὲ λεγόμενον ὀξύνεται Θριαί. λέγεται καὶ Θριώ καὶ Θριώς. στιά, οἷς ἠκολούθησε καὶ τὸ σκιά 'ι' …
…ος τῆς Οἰνηίδος φυλῆς. λέγεται καὶ Θριώ· ὁ δημότης Θριάσιος, καὶ Θριάσιον πεδίον, ἔστι δὲ ὡς Τίθρας Τιθράσιος. τὰ πλεῖστα δὲ διὰ τοῦ « ω », Θριῶθεν Θριῶζε καὶ Θριᾶσιν. ἀπὸ δὲ τοῦ Θριαί Θριαῖος. λέγεται δὲ καὶ Θριασικός. θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ· ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος .... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν μαντικὴν εὐδοκιμοῦσαν. διὸ καὶ Ἀπόλλων ἔφη “πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες”. ἔστι δὲ καὶ δῆμος Θρίων ἀπὸ Θρίαντος.
char LCS 66 (20.5%) word LCS 14 (22.2%)
Show overlap highlight
…ολίχνιον Εὐβοίας. τὸ δὲ μνεία, χρεία βαρύνονται, οὐ γὰρ ἐπὶ οὐσίας λαμβάνεται, καὶ τὸ λεία δὲ καὶ Φθία—πόλις καὶ μοῖρα Θετταλίας· Παρμενίσκος δὲ χώραν αὐτήν φησι οὐ πόλιν, οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης—βαρύνονται καὶ τὸ δεία ἡ ἔνδεια. τὸ δὲ θεία τριγενές ἐστι ὡς καὶ τὸ δῖα βραχυκατάληκτον μετὰ τοῦ ἴα καὶ πλεονασμῷ τοῦ 'μ' μία. ἔστι δὲ καὶ Δῖα πόλις
Φθία, πόλις καὶ μοῖρα Θετταλίας. Παρμενίσκος δὲ χώραν αὐτήν φησι καὶ οὐ πόλιν· οὐκ ὀρθῶς. ἐκλήθη δὲ ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου Ποσειδῶνος καὶ Λαρίσης. Στράβων δὲ εἰς τέσσαρα διαιρεῖ τὴν Θετταλίαν, Φθιῶτιν [Ἑστι]αιῶτιν Θετταλιῶτιν Πελασγιῶτιν. ὁ πολίτης Φθιώτης καὶ Φθιῶτις τὸ θηλυκόν, καὶ Φθιωτικός καὶ Φθῖος, ἀφ´ οὗ Φθῖοι καὶ Φθῖες. εὕρηται καὶ Φθιάς θηλυκῶς παρ´ Εὐρι…
char LCS 45 (45.5%) word LCS 8 (47.1%)
Show overlap highlight
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας ν…
Κροκέαι, πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται οὖν ἑνικῶς. οἱ οἰκοῦντες Κροκεᾶται. λέγεται δὲ τοπικῶς Κροκεῆθεν.
char LCS 33 (27.5%) word LCS 5 (21.7%)
Show overlap highlight
…κτικά ἐστιν. Τὰ εἰς 'α' μακρὸν μονογενῆ τῇ 'ει' ἢ τῷ 'ι' μακρῷ παραληγόμενα ἐπὶ οὐσίας τιθέμενα ὀξύνεται, χειά, ζειά εἶδος κριθῆς, Φειά πόλις Ἠλείας. Ὅμηρος «Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Η 135). λέγεται καὶ Φεά. φλιά, θριά· θριαί δὲ αἱ μαντικαὶ ψῆφοι, ἃς εὗρεν Ἀθηνᾶ. ἀχθόμενος δὲ τοὺς τοῦ Ἀπόλλωνος.... ἄπιστον ὁ Ζεὺς ἐποίησε τὴν διὰ τῶν θριῶν…
Φιά, πόλις τῶν περιμάχων Μεσσηνίοις καὶ Λάκωσιν. Ὅμηρος “Φιᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα”. τὸ [δὲ] ἐθνικὸν [ταύτης] Φιεύς καὶ Φιάτης καὶ Φιαῖος.
char LCS 30 (8.4%) word LCS 5 (7.5%)
Show overlap highlight
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ…
Ἀμύκλαι, πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισε. κλίνεται δὲ καὶ Ἀμύκλα τὸ ὄνομα τοῦ κτίσαντος καὶ Ἀμύκλαντος, ὡς Σιμίας ἐν Μησίν “ὅν ῥ´ [ἀπ´] Ἀμύκλαντος παιδὸς ἀποφθιμένου λαοὶ κικλήσκουσιν” τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖος, κα…
char LCS 19 (8.3%) word LCS 5 (10.2%)
Show overlap highlight
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πλη…
Μίδεια, πόλις ἐν Ἄργει, ἡ νῦν κώμη, ἡ πρότερον Περσέως πόλις· ἀπὸ Μιδείας τῆς Ἀλωέως θυγατρός. λέγεται καὶ χωρὶς τοῦ « ι » Μιδέα· ὁ πολίτης Μιδεάτης καὶ θηλυκὸν Μιδεᾶτις καὶ Μιδεαῖος. ἔστι δὲ καὶ ἑτέρα πόλις Βοιωτίας. Ὅμηρος “οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν”. ἔστι καὶ Λυκίας ἄλλη.
char LCS 19 (2.1%) word LCS 5 (2.7%)
Show overlap highlight
Εὐρώπῃ. λέγεται δὲ καὶ Κορσία διὰ τοῦ 'ι'. Κροκεαί πόλις Λακωνική, τῶν ἑκατὸν πόλεων μία. λέγεται καὶ ἑνικῶς. Ὀρνεαί κώμη Ἀργείας, ἣ καὶ Ὀρνειαί—ἔστι δὲ καὶ ἑτέρα πόλις μεταξὺ Κορίνθου καὶ Σικυῶνος· καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως τοῦ Ἐρεχθέως ἢ ἀπὸ Ὀρνέας νύμφης ἢ ὅτι ἐφ´ ὕψους κεῖται ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ—ὀξύνεται ὡς πλη…
…να. τὸν δὲ ποταμὸν Κοίρανον καλούμενον Σάρον καλέσαντες. ἔστι δὲ ὁ Ἄδανος Γῆς καὶ Οὐρανοῦ παῖς, καὶ Ὄστασος καὶ Σάνδης καὶ Κρόνος καὶ Ῥέα καὶ Ἰαπετὸς καὶ Ὄλυμβρος. ὁ πολίτης Ἀδανεύς, ὡς Γάργαρα Γαργαρεύς, Τύανα Τυανεύς. ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ. ὁ ταύτης πολίτης οὐ δύναται Ἀδανεύς εἶναι· οὐ γὰρ ὁ τύπος Ἀράβων, ἀλλὰ τῶν διὰ τοῦ « α » οὐδετέρων ὁ διὰ τοῦ « ηνος ». Ζόαρα Ζοαρηνός, Μήδαβα Μηδα…