Prosodia Catholica (Herodian)

Passage 1.288
← Index
1.288
No summary yet
κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλις Σικελίας. Βρουτοβρία πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει ὡς Πολτυμβρία, Σηλυμβρία. Βρουττία μοῖρα Σικελίας. Βρυστακία πόλις Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύης. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸς Ἄλπεων χώρα. Γεδρωσία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετῶν. Γλαυκία πολίχνιον Ἰωνίας. Γουνία χώρα Περραιβίας. γράφεται δὲ καὶ χωρὶς τοῦ 'υ'. Δακία χώρα πλησίον Βορυσθένους. Δαρδανία ἡ χώρα ἣ καὶ Δαρδανική. Δελματία Ἰταλίας χώρα. Δηλία πόλις Καρίας. Δολοπία χώρα. Δρυμία πόλις Φωκίδος. Δρυοπία τῶν Δρυόπων περὶ Τραχῖνα. Ἐλιμία πόλις Μακεδονίας. Στράβων ἑβδόμῳ (p. 326). ἀπὸ Ἐλύμου τοῦ ἥρωος ἢ ἀπὸ Ἑλένου ἢ ἀπὸ Ἐλύμα τοῦ Τυρρηνῶν βασιλέως. Ἀλέξανδρος δ´ ἐν Εὐρώπῃ Ἐλίμειον φησὶ διὰ μακροῦ τὴν 'μει' συλλαβήν, τὴν δὲ 'λι' διὰ βραχέος 'ι'. Ἐλλοπία χωρίον Εὐβοίας καὶ αὐτὴ ἡ νῆσος ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησίας. Ὅμηρος (Β 716) «οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεσπρωτία πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸς ταῖς Ἡρακλείας στήλαις ἀπὸ Ἴβηρος ποταμοῦ. Ἀρτεμίδωρος ἐν τῇ βʹ τῶν γεωγραφουμένων «ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων καὶ ἐνδοτέρω Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύο ἐπαρχίας .... διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδονίας καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας». ἡ δὲ πρὸς Πέρσας. Ἰλαττία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶς χωρίον τῆς Ῥόδου ἀπὸ Ἴξου λιμένος. Ἰσινδία χωρίον Ἰωνίας, λέγεται καὶ Ἴσινδα καὶ Ἴσινδος. Κανθηλία πόλις περὶ Καρχηδόνα. λέγεται καὶ Κανθήλη. Ἑκαταῖος Ἀσίᾳ. Κανταβρία χώρα. Στράβων τρίτῃ (p. 157). Καρπηΐα· οὕτως τινὲς Κάλπην πόλιν Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρνατία
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 111 (63.1%) word LCS 18 (69.2%)
Show overlap highlight
κληθῆναι Βρεττίαν, εἶτα Οἰνωτρίαν. Βρικιννίαι πόλις Σικελίας. Βρουτοβρία πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν. δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει ὡς Πολτυμβρία, Σηλυμβρία. Βρουττία μοῖρα Σικελίας. Βρυστακία πόλις Οἰνωτρῶν. Γαιτουλία χώρα Λιβύης. Γαλατία ἡ χώρα. Γαλλία ἐντὸς Ἄλπεων χώρα. Γεδρωσία χώρα Ἰνδική. Γετία ἡ χώρα τῶν Γετ…
Βρουτοβρία, πόλις μεταξὺ Βαίτιος ποταμοῦ καὶ Τουρδιτανῶν· δηλοῖ δὲ Βρουτούπολιν. τὸ γὰρ βρία τοῦτο σημαίνει, ὡς Πολτυμβρία Σηλυμβρία. ὅθεν τὸ ἐθνικὸν Βρουτοβριανός ὡς Σηλυμβριανός Πολτυμβριανός Μεσημβριανός.
char LCS 69 (72.6%) word LCS 16 (76.2%)
Show overlap highlight
… Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρνατία
Λυκία, ἡ χώρα, ἀπὸ Λύκου τοῦ Πανδίονος. ἔστι καὶ Λυκία, ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. οἱ οἰκήτορες Λύκιοι ὡς Φρύγιοι.
char LCS 54 (100.0%) word LCS 8 (100.0%)
Show overlap highlight
…οί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσα…
Εὐκρατιδία, πόλις Βάκτρων, παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ.
char LCS 47 (74.6%) word LCS 8 (72.7%)
Show overlap highlight
… Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησίας. Ὅμηρος (Β  716) «οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο» ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον …
Θαμία, πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν. καὶ Θαμίεια, τὸ ἐθνικὸν Θαμιεύς.
char LCS 45 (71.4%) word LCS 7 (70.0%)
Show overlap highlight
…λπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψωφιδία. Ἠμαθία πόλις καὶ χώρα ἡ νῦν Μακεδονία. Θαμία πόλις Θεσσαλίας. Ῥιανὸς ιδʹ Θεσσαλικῶν καὶ Θαμίεια. Θαυμακία πόλις Μαγνησί…
Εὐπαλία, πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. τὸ ἐθνικὸν Εὐπαλιεύς.
char LCS 43 (71.7%) word LCS 6 (66.7%)
Show overlap highlight
…αυμακίην ἐνέμοντο» ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον ἡ καὶ Θαυμακοί. Θεσπρωτία πόλις καὶ χώρα ἔξω τοῦ Ἀμβρακικοῦ κόλπου. Ἰαιτία πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. Ἰβηρία χώρα ἡ μὲν πρὸς ταῖς Ἡρακλείας στήλαις ἀπὸ Ἴβηρος ποταμοῦ. Ἀρτεμίδωρος ἐν τῇ βʹ τῶν γεωγραφουμένων «ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπω…
Ἰαιτία, πόλις Σικελίας. Φίλιστος Σικελικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ἰαιτῖνος.
char LCS 39 (63.9%) word LCS 8 (66.7%)
Show overlap highlight
…νην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀρτεμίδωρός φησι. Εὐπατρία πόλις Λυδῶν. Ἠλιδία. Ψ…
Ἐπουία, πόλις, ἡ νῦν Ἀμβρακία, ἡ πρότερον Παραλία καὶ οἱ οἰκοῦντες Παράλιοι.
char LCS 39 (69.6%) word LCS 5 (62.5%)
Show overlap highlight
…τῶν Πυρηναίων ὀρῶν ἅπασα μέχρι τῆς Καινῆς Καρχηδονίας καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λουσιτανίας». ἡ δὲ πρὸς Πέρσας. Ἰλαττία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. Ἰναχία ἡ Πελοπόννησος, οὐ μόνον τὸ Ἄργος, ἀπὸ Ἰνάχου τοῦ ποταμοῦ. Ἰξίαι πληθυντικῶς χωρίον τῆς Ῥόδου ἀπὸ Ἴξου λιμένος. Ἰσινδία χωρίον Ἰωνίας, λέγεται καὶ Ἴσιν…
Ἰλαττία, πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῳ. τὸ ἐθνικὸν Ἰλάττιος.
char LCS 32 (65.3%) word LCS 6 (66.7%)
Show overlap highlight
…λοπος τοῦ Ἴωνος. ἐλέγετο καὶ ἡ περὶ Δωδώνην χώρα Ἐλλοπία, ἧς οἱ οἰκήτορες Ἑλλοί καὶ Σελλοί. ἔστι καὶ πόλις περὶ Δολοπίαν καὶ χώρα περὶ Θεσπιάς. Εἱλωτία ἡ χώρα. Ἐλπία πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. Ἐπουΐα πόλις ἡ νῦν Ἀμβρακία ἡ πρότερον Παραλία. Εὐκρατιδία πόλις Βάκτρων παρὰ τὸν Εὐκρατίδαν. Στράβων ἑνδεκάτῳ (p. 516). Εὐπαλία πόλις Λοκρίδος, ἣν Εὐπάλιον Ἀ…
Ἐλπία, πόλις ἐν Δαυνίοις, κτίσμα Ῥοδίων. τὸ ἐθνικὸν Ἐλπιανός.
char LCS 31 (58.5%) word LCS 7 (58.3%)
Show overlap highlight
… 157). Καρπηΐα· οὕτως τινὲς Κάλπην πόλιν Βιθυνίας φασίν. Κεκροπία χώρα. Κορησσία πολίχνιον τῆς Κέω καὶ ἐπίνειον. Κωρυκία ἀκρωτήριον Κρήτης καὶ λιμὴν Αἰθιοπίας. Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. Λυκία ἡ χώρα ἀπὸ Λύκου τοῦ Πανδίονος· ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. Λυρνατία
Λυδία, ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν πρώτῳ. τὸ ἐθνικὸν Λυδός καὶ Λυδαί.