Prosodia Catholica (Herodian)

Passage 1.29
← Index
1.29
Discussion of accentuation and declension patterns in Greek for names ending in -θων and -κων (two-syllable endings), with examples of place-names and ethnics, phonological changes (loss of vowels, declension via 'ντ'), and exceptions.
τὸ δὲ Πυθών πόλις καὶ Σιθών ἐθνικὸν καὶ πιθών καὶ κιθών ὁ χιτών ὀξύνεται. Τὰ εἰς 'θων' ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ 'ντ' κλίνοιτο καὶ φυλάττει τὸ 'ω' τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ 'ω' μέγα καὶ διὰ τοῦ 'ντ' κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Τὰ εἰς 'κων' δισύλλαβα ἀρσενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνει, βαρύνεται, Χάλκων, δράκων, Κίκων, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δ´ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. Καύκων βασιλεύς ἢ ποταμὸς καὶ ἔθνος. Τάρκων, ἀφ´ οὗ Ταρκυνία, Σάκων ὄνομα κύριον, Γλαύκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐς δοῦπον ἀκόντων» παρὰ τῷ ποιητῇ (Υ 451), φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος καὶ τὸ Ἀγκών πόλις Πικεντίνων ὡς θηλυκόν. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή. Τὰ εἰς 'κων' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ 'ντ' κλινόμενα καὶ 'ο' ἢ 'ι' ἢ 'α' παραληγόμενα
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 106 (9.1%) word LCS 20 (8.7%)
Show overlap highlight
…θνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δ´ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν. Καύκων βασιλεύς ἢ ποταμὸς καὶ ἔθνος. Τάρκων, ἀφ´ οὗ Ταρκυνία, Σάκων ὄνομα κύριον, Γλαύκων, Δόρκων, κνάκων, ἄκων τὸ ἀκόντιον, ἐξ οὗ τὸ «ἐς δοῦπον ἀκόντων» παρὰ…
…βεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ « β » ἢ τοῦ « χ » εἰς « κ » Λακεδαίμονα.] ἔστι καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὁ πολίτης Λακεδαιμόνιος. καὶ κτητικὸν Λακεδαιμονικός. λέγεται καὶ κατὰ συγκοπὴν Λάκων, ὡς Ἀπολλόδωρός φησιν, ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες. ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν, οὗ τὸ θηλυκὸν Λάκαινα καὶ κτητικὸν Λακωνικός, καὶ Λακωνική τὸ θηλυκόν, ὃ καὶ εἶδος ὑποδήματος. ἔστι καὶ ὄρχησις Λακωνική, ὡς ἐν τῷ περὶ Μαντινείας εἰρήσεται. εἰσὶ καὶ μάστιγες Λακωνικαί. ἔστι καὶ εἶδος κλειδὸς Λακωνικῆ…
char LCS 91 (92.9%) word LCS 17 (94.4%)
Show overlap highlight
…ενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Τὰ εἰς 'κων' δισύλλαβα ἀρσενικά, ὁπότε μὴ εἴη περιεκτικὰ ἢ μέρος σώματος σημαίνει, βαρύνεται, Χάλκων, δράκων, Κίκων, ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ...... «Εὐάνθης δ´ οἴκησεν ἐν Κικονίῃ, ἵνα Μαρώνεια καλέεται», Δίκων, Λάκων, ὃ κατὰ συγκοπὴν λέγεσθαι Ἀπολλόδωρός φησιν ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες, ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστι…
[Κίκονες], ἔθνος Θρᾳκικόν, οὐ μακρὰν οἰκῆσαν τῶν Μαρωνειτῶν, ὡς δηλοῖ ... “Εὐάνθης δ´ οἴκησεν ἐν Κικονίῃ ἵνα Μαρώνεια καλέεται”.]
char LCS 71 (47.0%) word LCS 13 (46.4%)
Show overlap highlight
…καὶ φυλάττει τὸ 'ω' τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ 'ω' μέγα καὶ διὰ τοῦ 'ντ' κλινόμενον. σημαίνει δὲ τὸν ἀδελφὸν τοῦ Ἀλκαίου. Τὰ εἰς 'κων' δισύλλαβ…
Ἀργανθών, ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ, ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη καὶ ἡ γυνὴ καὶ τὸ ὄρος. τὸ κτητικὸν Ἀργανθώνειος, ὡς τὸ Κιθαιρών Κιθαιρώνειος “λέπας Κιθαιρώνειον”.
char LCS 33 (22.8%) word LCS 6 (23.1%)
Show overlap highlight
…ῇ (Υ  451), φάλκων, μήκων, Μίκων, Νίκων. τὸ δὲ κροκών, πευκών, χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος καὶ τὸ Ἀγκών πόλις Πικεντίνων ὡς θηλυκόν. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. καὶ τὸ εἰκών. τὸ δὲ ἑκών μετοχή. Τὰ εἰς 'κων' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ 'ντ' κλινόμενα καὶ 'ο' ἢ 'ι' ἢ 'α' παραλ…
Ἀγκών, πόλις Πικεντίνων, ὡς Ἀντρών. ἴσως δὲ βαρύνεται κατὰ τοὺς ἐγχωρίους. τὸ ἐθνικὸν Ἀγκώνιος, ὡς Ἀντρώνιος ὄνος ἡ παροιμία, Καλυδώνιος. λέγεται δὲ καὶ Ἀγκωνίτης, ὡς Ἀρτεμίδωρος.
char LCS 29 (26.9%) word LCS 5 (31.2%)
Show overlap highlight
…α ὑπάρχοι, ἢ διὰ τοῦ 'ντ' κλίνοιτο καὶ φυλάττει τὸ 'ω' τῆς εὐθείας, οἷον Φαέθων Φαέθοντος, Περιφλεγέθων Περιφλεγέθοντος, Κιναίθων, Ἀγάθων, ἐνοσίχθων. τὸ μέντοι Μαραθών δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀργανθών ὄρος Μυσίας ἐπὶ τῇ Κίῳ ἀπὸ Ἀργανθώνης Ῥήσου γυναικός. λέγεται καὶ Ἀργανθώνη τὸ ὄρος—ἀκανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον τὸ 'ω' μέγα κ…
Μαραθών, δῆμος τῆς Λεοντίδος φυλῆς. καὶ Μαραθώνιος καὶ Μαραθωνία καὶ Μαραθώνιον. τοπικὸν Μαραθωνόθεν, καὶ κτητικὸν Μαραθωνιακός.