Prosodia Catholica (Herodian)

Passage 1.290
← Index
1.290
Index entries of ancient geographic place names (cities, islands, regions) with brief source notes and variants.
Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ «ἐν Σκυφίᾳ κατῴκει». τινὲς δὲ διὰ τοῦ 'π'. Σουματία πόλις Ἀρκαδίας. γράφεται δὲ καὶ διὰ διφθόγγου Σουμήτεια. Στρυβία νῆσος τῶν Σποράδων. Συΐα πόλις μικρὰ Κρήτης. Ταρχία πόλις Σικελική. Φίλιστος ἑβδόμῳ Σικελικῶν. Τερβητία πόλις Σικελίας. Τορρηβία Καρίου μήτηρ. Τραγία νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ πόλις ἐν Νάξῳ. Εὔπολις διὰ τοῦ 'ε' γράφει καὶ πληθυντικῶς Τραγεαί. Τραλλία μοῖρα τῆς Ἰλλυρίας. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν». Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει «ἐν αὐτοῖσι πόλις Χορασμίη». Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τοῦ ναυαγίου ἐξερρίφη. λέγεται καὶ ἡ Βοιωτία καὶ ἡ Θήβη Ὠγυγία ἀπὸ Ὠγύγου υἱοῦ Τερμέρας. ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς χρονικοῖς. Ὠστία πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας «ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις, Ὠστία πόλις πλησίον». καὶ Πολύβιος ἕκτῳ «ἔκτισε δὲ καὶ πόλιν Ὠστίαν ἐπὶ τοῦ Τιβέριδος». ἐκτίσθη δ´ ὑπὸ Μαρκίου βασιλέως, τοῦ ἀπὸ Νουμᾶ τρίτου, ὡς Διονύσιός φησιν ἐν Ῥωμαϊκῇ ἀρχαιολογίᾳ. Στράβων δὲ ἐν τῷ εʹ οὕτω φησὶν οὐδετέρως «τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον». Οὕτω καὶ Στρατία Ἀρκαδικὴ πόλις ἀπὸ τῆς θυγατρὸς Φενεοῦ ὀνομασθεῖσα βαρύνεται. Ὅμηρος (Β 606) «Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην» εἰς ἰδιότητα. τὸ γὰρ δηλωτικὸν τοῦ συστήματος τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς ὀξύνεται. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ δὲ Πλωθιά δῆμος Αἰγηΐδος φυλῆς, Ἁμαξαντιά δῆμος
Sindía, a city of Lycia. Hecataeus, in Asia. Sintía, a city of Macedonia on the side of Thrace, as Eudoxus says in the fourth book of his Circuit of the Earth. Scythía. Scyphía, a small town of the Clazomenians, as Ephorus says in the third book: “he lived in Scyphía.” Some, however, write it with π. Soumatía, a city of Arcadia; it is also written with a diphthong, Soumḗteia. Strybía, an island of the Sporades. Syḯa, a small city of Crete. Tarchía, a Sicilian city; Philistus in the seventh book of the Sicilian History. Terbētía, a city of Sicily. Torrhēbía, the mother of Carus. Tragía, an island near the Cyclades; there is also a city in Naxos. Eupolis writes it with ε, and also in the plural, Trageaí. Trallía, a district of Illyria; it is also called Trallikḗ and Trálla. Triphylía is Elis. Trōgilía, of Mycalē, which is also called Trōgílion. Hyantía, a city of the Locrians. Hydramía, a city of Crete, as Xenion, who wrote the Cretan History, says. Phabía, a city of the Celtogalatans, a foundation of Fabius, general of the Romans; Apollodorus in the second book of the Chronicles. Phabentía, a city of Italy. Phēmíai, a city of Arnaía, from Phēmios son of Ampyx; Hellanicus in the first book of the Deucalioneia. Phoibía, a small city of the Sicyonians. Phoitía(i), a city of Acarnania, from Phoitios son of Alcmaeon son of Amphiaraus; Polybius in the fourth book. It is also called Phoítion. Physkía, a city of Lycia, situated on a high mountain. Chaldía, a region of Armenia. Menippus in the Periplus of the Two Ponti: “up to these barbarians the Pontic kingdom extends.” And Hecataeus: “Tibareníē and Chaldíē and Sannikḗ.” Chēnoboskía, a city of Egypt. Alexander in the first book of the Egyptian History: Chēnobóskion—“and opposite the Diospolite nome, Chēnobóskion, bearing nothing in its appellation; for one would not see pastures of geese, but rather an excessive zeal concerning crocodiles.” Chlamydía: thus Delos was called. Chorasmía, a city toward the east of the Parthians. Hecataeus in the Circuit of Asia: “among them is a city Chorasmíē.” Ōgygía, an ancient island, where Odysseus was cast up from the shipwreck. Boeotia and Thebes too are called Ōgygía, from Ōgygos son of Termeras. All Attica too was called Ōgygía, as Charax says in the Chronicles. Ōstía, a city of Italy. Juba in the first book of the Roman History: “from the northern parts the Tiber, and nearby the city Ōstía.” And Polybius in the sixth: “he also founded the city Ōstía on the Tiber.” It was founded by king Marcius, the third after Numa, as Dionysius says in the Roman Antiquities. Strabo in the fifth book says thus in the neuter: “the Ōstia, the harbor of Rome.” In the same way Stratía, an Arcadian city named from the daughter of Pheneus, is accented with a grave. Homer (Β 606): “and Ripē and Stratíē and windy Enispē,” by way of peculiarity; for the word denoting the organized body of an army, with the same spelling, is accented with an acute. But the title, στρατεία, both with a diphthong and is accented with a grave. And Plōthiá, a deme of the Aigeis tribe; Hamaxantiá, a deme…

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 137 (65.6%) word LCS 24 (70.6%)
Show overlap highlight
…ῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν». Χλαμυδία· οὕτως ἐκαλεῖτο Δῆλος. Χορασμία πόλις πρὸς ἕω Πάρθων. Ἑκαταῖος Ἀσίας περιηγήσει «ἐν αὐτοῖσι πόλις Χορασμίη». Ὠγυγία νῆσος ἀρχαία, ἔνθα Ὀδυσσεὺς ἐκ τ…
Χηνοβοσκία, πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν “ἀντικρὺ δὲ τοῦ Διοσπολίτου [νομοῦ] Χηνοβόσκιον, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν”. τὸ ἐθνικὸν Χηνοβοσκιάτης.
char LCS 99 (55.0%) word LCS 20 (58.8%)
Show overlap highlight
…κυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβό…
Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων “τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία”. καὶ κατά “Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν”. οἱ ἐν ταύτῃ κατοικοῦντες Χάλδοι· οὕτως γὰρ ἐπεκράτησεν.
char LCS 99 (55.0%) word LCS 20 (58.8%)
Show overlap highlight
…κυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν». Χηνοβοσκία πόλις Αἰγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν Χηνοβόσκιον «ἀντικρὺ δὲ τοῦ Διοσπολίτου νομοῦ Χηνοβό…
Χαλδία, χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων “τὴν .... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία”. καὶ κατά “Τιβαρηνίην καὶ Χαλδίην καὶ Σαννικήν”. οἱ ἐν ταύτῃ κατοικοῦντες Χάλδοι· οὕτως γὰρ ἐπεκράτησεν.
char LCS 88 (61.5%) word LCS 14 (56.0%)
Show overlap highlight
…δωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ …
Φοιτίαι, πόλις Ἀκαρνανίας, ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον καὶ τὸ ἐθνικὸν Φοιτιεύς καὶ Φοίτιοι, ὡς Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς.
char LCS 78 (73.6%) word LCS 11 (68.8%)
Show overlap highlight
…ὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας …
Φαβία, πόλις Κελτογαλατῶν, κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. τὸ ἐθνικὸν Φαβιάτης καὶ Φαβιανός.
char LCS 70 (100.0%) word LCS 15 (100.0%)
Show overlap highlight
Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ «ἐν Σκυφίᾳ κατῴκει». τινὲς δὲ διὰ τοῦ 'π'. Σουματία πόλις Ἀρκαδίας. γράφεται δὲ καὶ διὰ διφθόγγου Σουμήτεια. Στρυβία νῆσος τῶν Σποράδων. Συΐα πόλις μικρὰ Κρήτης. Ταρχία πόλις Σικελική. Φίλιστος ἑβδόμῳ…
Σκυφία, πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ “ἐν Σκυφίᾳ κατῴκει”. τινὲς δὲ διὰ τοῦ « π ».
char LCS 69 (55.6%) word LCS 12 (52.2%)
Show overlap highlight
… πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψη…
Φημίαι, πόλις τῆς Ἀρναίας, ἀπὸ Φημίου τοῦ Ἄμπυκος. Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. τὸ ἐθνικὸν Φημιαῖος καὶ Φημιεύς καὶ Φημιάτης, ὧν οἱ τύποι εὕρηνται.
char LCS 42 (60.0%) word LCS 9 (64.3%)
Show overlap highlight
…ικῶς Τραγεαί. Τραλλία μοῖρα τῆς Ἰλλυρίας. λέγεται καὶ Τραλλική καὶ Τράλλα. Τριφυλία ἡ Ἦλις. Τρωγιλία τῆς Μυκάλης, ἣ λέγεται καὶ Τρωγίλιον. Ὑαντία πόλις Λοκρῶν. Ὑδραμία πόλις Κρήτης ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. Φαβία πόλις Κελτογαλατῶν κτίσμα Φαβίου στρατηγοῦ Ῥωμαίων. Ἀπολλόδωρος ἐν δευτέρῳ χρονικῶν. Φαβεντία πόλις Ἰταλίας. Φημίαι πόλις τῆς Ἀρναίας ἀπὸ Φημίου τοῦ Ἄμπ…
Ὑδραμία, πόλις Κρήτης, ὡς Ξενίων ὁ τὰ Κρητικὰ γράψας. οἱ πολῖται Ὑδραμιεῖς ὡς Μεγαρεῖς.
char LCS 37 (69.8%) word LCS 7 (70.0%)
Show overlap highlight
…ικος ἐν πρώτῃ Δευκαλιωνείας. Φοιβία πόλισμα Σικυωνίων. Φοιτίαι πόλις Ἀκαρνανίας ἀπὸ Φοιτίου τοῦ Ἀλκμέωνος τοῦ Ἀμφιαράου. Πολύβιος τετάρτῳ. λέγεται καὶ Φοίτιον. Φυσκία πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. Χαλδία χώρα τῆς Ἀρμενίας. Μένιππος ἐν περίπλῳ τῶν δύο Πόντων «τὴν.... μέχρι τούτων τῶν βαρβάρων ἐστὶν ἡ Ποντικὴ βασιλεία». καὶ Ἑκαταῖος «Τιβαρηνίην καὶ Χαλδίη…
Φυσκία, πόλις Λυκίας ἐφ´ ὑψηλοῦ ὄρους κειμένη. τὸ ἐθνικὸν Φύσκιος.
char LCS 29 (64.4%) word LCS 5 (62.5%)
Show overlap highlight
Σινδία πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. Σιντία πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. Σκυθία. Σκυφία πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν τρίτῳ «ἐν Σκυφίᾳ κατῴκει». τινὲς…
Σινδία, πόλις Λυκίας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σίνδιοι.