τῆς Ἱπποθοωντίδος φυλῆς, Ἑρχιά δῆμος τῆς Αἰγηΐδος φυλῆς ἀπὸ Ἑρχίου τοῦ ξενίσαντος Δήμητραν, Κρωπιά δῆμος τῆς Λεοντίδος φυλῆς, Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον, Λακιά δῆμος τῆς Οἰνηΐδος φυλῆς, Αἰγιλιά δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ὀνόματα δήμων ὀξύνεται, μεθ´ ὧν καὶ Κωπιαί, ὡς ὕστερον Θούριοι πόλις Ἰταλίας ἐκαλεῖτο. ὡσαύτως δὲ ὀξύνονται καὶ τὸ πυρκαϊά καὶ ἐσχατιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῦντα. Τὰ διὰ τοῦ 'εια' γινόμενα ἀπὸ τῶν διὰ τοῦ 'ευω' ῥημάτων παροξύνεται, ἑρμηνεία, βασιλεία, δουλεία, κολακεία, ῥητορεία, ἱκετεία, περισσεία, μοιχεία, πορνεία, ἀλαζονεία, εἰρωνεία, πραγματεία, προφητεία, ξενιτεία, ἀλητεία, ἀριστεία, βουλεία, γοητεία, δυναστεία, λαγνεία, νηστεία, λῃστεία, θεραπεία, ξυλεία, τοξεία, ὁπλιτεία, στρατοπεδεία, πολιτεία, τερατεία, πρεσβεία, δεσποτεία, ὑδρεία, ἡνιοχεία, μαστροπεία, παιδεία ἡ παίδευσις, παιδιά δὲ τὸ παίγνιον, τὸ δὲ παρειά καὶ φορβειά καὶ φορειά ὁ βόρβορος καὶ στελειά ὀξύνονται· οὐ γὰρ ἀπὸ τῶν διὰ τοῦ 'ευω' καὶ ἐπὶ οὐσίας τίθενται. τὸ δὲ ἀρειά ἡ ἀπειλή παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ 'α'· τὰ γὰρ διὰ τοῦ 'εια' ὀξυνόμενα ἐκτείνοντα τὸ 'α' ἐπὶ οὐσιῶν λαμβάνεται οἷον παρειά «παρειάων ἁπαλάων» (Σ 123), φορβειά· σημαίνει δὲ τὸ περιστόμιον. εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας, ἀλλ´ ἐπὶ πράγματος, τὴν γὰρ ἀπειλὴν σημαίνει, δηλονότι οὔτε ὀξύνεσθαι ὤφειλεν οὔτε ἐκτείνειν τὸ 'α', ἀλλ´ ἡμάρτηται, ὡς εἴρηται· ἐπὶ δὲ τοῦ φυτοῦ ἀρία διὰ τοῦ 'ι' καὶ παροξύνεται «χήτει τοι πρινῆς ἀρίας ποιούμεθα γόμφους» ὡς παρ´ Εὐπόλιδι.
Pending translation