Treats accentuation and spelling rules for Greek nouns ending in -ια and -σια: paroxytone stress when the alpha is long, formation from verbs and futures, examples and orthographic variants (ει vs ι), and place-name instances.
Τὰ διὰ τοῦ 'ια' μακρὸν τὸ 'α' ἔχοντα παροξύνεται, ἀνία ἡ λύπη ἡ ἄνευ ἰάσεως, φιλία, πενία, ξενία, κακία, κοπία, μανία, γωνία, ἀγλαΐα, σοφία, ὑπερηφανία, εὐκαιρία, ἀεργία, προεδρία, συνεδρία, φιλανθρωπία, ἀσωτία, ἐμπορία, παρθενία, συνοδία, φιλοπτωχία, εὐχαριστία, ἡγεμονία, κηδεμονία, ἁρμονία, εὐωδία, δυσωδία, εὐφυΐα, ἀφυΐα, εὐτυχία, τριετία, εὐσεβία, ὃ καὶ εὐσέβεια, ἀμελία καὶ ἀμέλεια, συνηθία καὶ συνήθεια, κακοηθία καὶ κακοήθεια, αὐθαδία καὶ αὐθάδεια, τὸ δὲ ἀμαθία διὰ βραχέος 'ι' γράφεται, τὸ δὲ ἀνδρεία διὰ τῆς 'ει' διφθόγγου γράφει ἡ παράδοσις. * Τὰ ἀπὸ τῶν εἰς 'ις' διὰ τοῦ 'ια' γινόμενα παροξύνεται, κόνις κόνιος κονία, ᾗ ἔγκειται ἡ κόνις, Κύπρις Κύπριος Κυπρία. Τὰ διὰ τοῦ 'ια' παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, δώσω δοσία, προδώσω προδοσία, πανδοσία· ἔστι δὲ καὶ Πανδοσία φρούριον Βρεττίων ἐρυμνὸν τρικόρυφον, περὶ ὃ ἐφθάρη Ἀλέξανδρος ὁ Μολοττός, ἀπατηθεὶς ὑπὸ χρησμοῦ τοιούτου «Πανδοσίη τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις». ἔδοξε γὰρ πολεμίων, οὐκ οἰκείων φθορὰν δηλοῦσθαι. ἔστι δὲ καὶ πόλις Θεσπρωτίας. θεοδοσία καὶ Θεοδοσία Ταυρικὴ πόλις παραλία. Στράβων ζʹ. θύσω θυσία, ἄξω ἀξία, θήσω θεσία «πῇ δὴ συνθεσίαι τε» (Il. Β 339), ἥσω ἑσία καὶ ἐξεσία «τῶν ἕνεκ´ ἐξεσίην» (Od. φ 20), λούσω λουσία ἀλουσία, ἕξω ἑξία εὐεξία, τὸ δὲ «πᾶσά τοι ἔσθ´ ὑποδεξίη» (Ι 73) ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ 'ι'. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τοῦ 'ει' διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τῶν ἀντιγράφων. Τὰ εἰς 'σια' τὸ 'α' μακρὸν ἔχοντα βαρύνεται, ἀθανασία, διχοστασία, προστασία, ἱκεσία, Ἀρσυσία χώρα τῶν Ψύρων καὶ Χίου τραχεῖα
Pending translation