Prosodia Catholica (Herodian)

Passage 1.294
← Index
1.294
No summary yet
Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ 'α' μακρὸν «μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας». Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ (p. 513) ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β 573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ( 35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ ἢ ἐκ τῆς Προμηθέως γυναικὸς ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχειν τουτέστιν ἰλύν. ἔστι καὶ Ἀσία νῆσος Αἰθιοπίας. εἴ τι δὲ ὀξυνθῇ, ὄνομα δήμου ἐστὶν ἢ περιεκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθ´ ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ ( 21, 7 et 24, 3) καὶ Βρυσιαί πόλις Ἤλιδος. Τὰ διὰ τοῦ 'νια' μακρὸν ἔχοντα τὸ 'α' βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία, ἀκρωνία
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 153 (32.2%) word LCS 28 (33.7%)
Show overlap highlight
…ς Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β  573). κακῶς δὲ Θέων Ὑπέρ…
Καρπασία, πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. Διονύσιος δὲ διὰ διφθόγγου Κραπάσειαν αὐτήν φησιν ἐν τρίτῳ Βασσαρικῶν “ἠδ´ ὁπόσοι Κινύρειον ἰδ´ αἰπεινὴν Κραπάσειαν”. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐτήν φησι. Δημήτριος δ´ ὁ Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. ὁ πολίτης Καρπασεώτης ὡς Μαρεώτης. καὶ τὸ κτητικὸν Καρπασεωτικός καὶ Καρπασεωτικὴ ἄκρα. Θεόπομπος ἐν δεκάτῳ Καρπασεῖς αὐτούς φησιν, ἴσως ἀπὸ τοῦ Κάρπασος, ὡς Ἀντίοχος Ἀντιοχεύς, ἀφ´ οὗ Καρπάσεια.
char LCS 103 (31.5%) word LCS 20 (31.2%)
Show overlap highlight
…εμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β  573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ( 35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη.…
Ὑπερησία, πόλις τῆς Ἀχαΐας. “οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν”. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηίδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. τὸ ἐθνικὸν τῆς Ὑπερησίας Ὑπερησιεύς, καὶ θηλυκὸν Ὑπερησίς παρ´ Ἡσιόδῳ. Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ « α ». ἀπὸ δὲ τῆς Ὑπερείας τῆς κρήνης Ὑπερηιάς θηλυκὴ εὐθεῖα, ἀφ´ ἧς τὴν Ὑπερηιάδος ἢ Ἀρεθούσης.
char LCS 80 (82.5%) word LCS 18 (85.7%)
Show overlap highlight
…ευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ 'α' μακρὸν «μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας». Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ (p. 513) ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ…
Θηρασία, νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας. τὸ « α » μακρόν “μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας”. ὁ νησιώτης Θηράσιος.
char LCS 48 (58.5%) word LCS 7 (50.0%)
Show overlap highlight
Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ 'α' μακρὸν «μεταξὺ τῆς Θήρας τε κ…
Σελλασία, πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. ὁ πολίτης Σελλασιεύς, ὡς τῆς Ἀπίας Ἀπιεύς.
char LCS 47 (37.0%) word LCS 7 (31.8%)
Show overlap highlight
…ὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλίας. Θηρασία νῆσος ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ Κυρηναίας, τὸ 'α' μακρὸν «μεταξὺ τῆς Θήρας τε καὶ Θηρασίας». Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ (p. 513) ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλ…
Ἀραχωσία, πόλις οὐκ ἄπωθεν Μασσαγετῶν, Στράβων ἑνδεκάτῃ, ὑπὸ Σεμιράμεως κτισθεῖσα, ἥ τις καὶ Κωφήν ἐκαλεῖτο. οἱ πολῖται Ἀραχώσιοι, τῆς δὲ Κωφῆνος Κωφήνιοι.
char LCS 42 (35.6%) word LCS 4 (20.0%)
Show overlap highlight
…ς Θήρας τε καὶ Θηρασίας». Ἀραχωσία πόλις οὐκ ἄπωθεν Μασσαγετῶν Στράβων ἑνδεκάτῃ (p. 513) ἥτις καὶ Κωφήν ἐκαλεῖτο. Δρεσία πόλις Φρυγίας. Καλησία πόλις Αὐσονική. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Καρπασία πόλις Κύπρου, ἣν Πυγμαλίων ἔκτισεν, ὡς Ἑλλάνικος ἐν τοῖς Κυπριακοῖς. ἔστι καὶ νῆσος Καρπασία κατὰ τὴν ἄκραν τὴν Σαρπηδονίαν. Ξεναγόρας δὲ Κάρπαθον αὐ…
Νέπετος, πόλις Ἰταλίας. Διονύσιος τρισκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Νεπεσῖνος. ἡ τροπὴ δὲ τοῦ « τ » εἰς « σ » ἰδιάζουσα καὶ σεσημείωται.
char LCS 38 (38.4%) word LCS 7 (36.8%)
Show overlap highlight
Ἰβηρίας. Λαμουσία ἡ παρὰ Λάμον ποταμὸν Κιλικίας χώρα, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. Λευκωσία νῆσος μία τῶν Σειρηνουσῶν. Σελλασία πόλις Λακωνική. Θεόπομπος ἐν τετάρτῳ Ἑλληνικῶν. Ἀμαθουσία. οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Κυπαρισσία πόλις τῆς Τριφυλία…
Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ´ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. τὸ ἐθνικὸν Λαμούσιος.
char LCS 36 (65.5%) word LCS 5 (62.5%)
Show overlap highlight
… (Β  573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ( 35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου το…
Φαλαισίαι, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Φαλαισιεύς.
char LCS 34 (66.7%) word LCS 5 (62.5%)
Show overlap highlight
…ά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα δήμων, μεθ´ ὧν καὶ Βρασιαί πόλις Λακωνικὴ—Παυσανίας τρίτῳ ( 21, 7 et 24, 3) καὶ Βρυσιαί πόλις Ἤλιδος. Τὰ διὰ τοῦ 'νια' μακρὸν ἔχοντα τὸ 'α' βαρύνεται, κονία, πενία, γειτονία, μανία, γωνία, ξενία, ἀνία, ἁρμονία, ταινία…
Βρασιαί, πόλις Λακωνική, Παυσανίας τρίτῳ. ὁ πολίτης Βρασιάτης.
char LCS 31 (31.3%) word LCS 5 (35.7%)
Show overlap highlight
…εκτικὸν ὑπάρχει. τὸ μὲν προστασιά καὶ πρασιά καὶ τρασιά ὁ τόπος ὅπου ξηραίνονται τὰ σῦκα, καὶ αἱμασιά ὡς ἔννοιαν περιεκτικῶν ἔχοντα ὀξύνεται. τὸ δὲ Κηφισιά καὶ Ἐπικηφισιά δῆμος τῆς Οἰνηΐδος φυλῆς καὶ Ὑσιά καὶ Λουσιά δῆμος τῆς Οἰνηΐδος φυλῆς ἀπὸ Λουσίας μιᾶς τῶν Ὑακίνθου θυγατέρων, καὶ Πρασιαί δῆμος Πανδιονίδος φυλῆς—ἔστι καὶ Λακωνικὸν πολίχνιον—ὀνόματα …
Ἐπικηφισιά, δῆμος τῆς Οἰνηίδος φυλῆς. ὁ δημότης Ἐπικηφίσιος. τὰ τοπικὰ Ἐπικηφισιᾶθεν [Ἐπικηφισιάνδε καὶ Ἐπικηφισιᾶσι].