Prosodia Catholica (Herodian)

Passage 1.295
← Index
1.295
Geographical entries (place names and brief descriptions): Chitonia/Artemis epithet; Azania/Azynia (Arcadia) and its spring; various regions and cities named Apollonia (many locations); Armenia location; list of other regions/cities (Acarnania, Akmonia, Albania, Amazonia, Ammonia, Amythaonia, Askania) with brief notes and literary citations.
τὸ σύστημα καὶ ἄθροισμα ὡς Αἰσχύλος «ἠδ´ ἀκρωνία κακοῦ—λευσμόν τε» (Eum. 187). Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· «ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα». ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος ( 44, 1). Ἀκαρνανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατ´ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωϊκή. Νικόλαος τετάρτῃ ἱστοριῶν «Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος».... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυγίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας μὲν «Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης»
The system and collection, as in Aeschylus: «ἠδ´ ἀκρωνία κακοῦ—λευσμόν τε» (Eum. 187). Χιτωνία: thus Artemis was called, as Parmeno the Byzantine and Epicharmus in Sphinx: «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία, a part of Arcadia; it is also called Ἀζηνία. Eudoxus in the sixth book of the Circuit of the Earth says: «There is a spring of Ἀζηνία which makes those who have tasted the water not even endure the smell of wine, into which, they say, Melampus, when he was purifying the daughters of Proetus, threw the purificatory refuse.» And there is also another Μασσαλία, as Philo says. Ἀθαμανία is a region of Illyria, though some say of Thessaly. Αἱμονία is Thessaly, from Haemon. There is also Αἱμονιαί, a city of Arcadia, from Haemon the son of Lycaon, as Pausanias says in the eighth book of the Description of Greece (44, 1). Ἀκαρνανία is a region separated from the Curetes by the Achelous. Ἀκμονία is a city of Phrygia, as Alexander Polyhistor says in the third book On Phrygia; and Akmon son of Maneus founded it. It is also called Ἀκμόνεια. Ἀλβανία is a region by the eastern Iberians. Ἀμαζονία is a city of Messapia. Ἀμμωνία is inland Libya; indeed all Libya too was so called from Ammon. Ἀμυθαονία is a district of Elis, from Amythaon son of Cretheus, as Rhianus says. Ἀπολλωνία: (1) a city of Illyria, inhabited by Illyrians, opposite Epidamnus; (2) on an island by Salmydessus, a colony of Milesians and Rhodians; (3) of Macedonia; (4) a city of Libya; (5) on an island of Acarnania, one of the Echinades; (6) in Crete by Cnossus; (7) near Alontinoi and the Fair Coast; (8) of Mysia; (9) a city of Mysia on the river Rhyndacus; (10) near Thyateira and Ephesus; (11) of Phocis, which Homer calls Κυπάρισσός because it has many cypresses, as Didymus says; (12) in the region of Coele Syria; (13) near Joppa; (14) of Mesopotamia; (15) of Libya, which was called Cyrene; (16) of Lydia; (17) of Pisidia, formerly Mordiaeion; (18) of Phrygia, formerly Margion; (19) in the island Siphnos; (20) of Syria near Apamea; (21) an island by Lycia; (22) of the Ionians in Thrace, as Demosthenes says; (23) of Crete, formerly Eleutherna, the fatherland of Linus; (24) in Egypt; (25) between Babylon and Susa. Ἀρμενία is a region near the Persians, from Armenus the Rhodian, as Antipater says in the third book On Rhodes. Ἀσκανία is a Trojan city. Nicolaus in the fourth book of his Histories: «Scamandrius, son of Hector and Andromache, from Ida and from Dascyleium and from what is called Ἀσκανία, which Ascanius, the son of Aeneas, founded».... And not only the lake, but also the country is twofold and homonymous, the one of Phrygia, the other of Mysia; and the poet mentions both, that of Phrygia: «Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης»

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 383 (44.0%) word LCS 83 (45.9%)
Show overlap highlight
…η οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατ´ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κ…
Ἀπολλωνία, αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. ὕστερον διακοσίων Κορινθίων ἀποικία εἰς αὐτὴν ἐστάλη, ἧς ἡγεῖτο Γύλαξ, ὃς Γυλάκειαν ὠνόμασε. τὸ ἐθνικὸν Ἀπολλωνιάτης καὶ θηλυκὸν Ἀπολλωνιᾶτις. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. εʹ ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ϛʹ ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζʹ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. ηʹ Μυσίας. θʹ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ιʹ κατὰ Θυάτειρα καὶ Ἔφεσον. ιαʹ Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι, διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβʹ περὶ τὴν κοίλην Συρίαν. ιγʹ κατὰ Ἰόπην. ιδʹ τῆς Μεσοποταμίας. ιεʹ Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ιϛʹ Λυδίας. ιζʹ Πισιδίας, ἡ πρότερον Μορδιάιον. ιηʹ Φρυγίας, ἡ πάλαι Μάργιον. ιθʹ ἐν Σίφνῳ τῇ νήσῳ. κʹ Συρίας κατὰ Ἀπάμειαν. καʹ νῆσος πρὸς τῇ Λυκίᾳ. κβʹ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγʹ Κρήτης, ἡ πάλαι Ἐλεύθερνα, Λίνου πατρίς. ἐκ ταύτης ὁ φυσικὸς Δ…
char LCS 193 (43.4%) word LCS 38 (43.2%)
Show overlap highlight
…θερνα Λίνου πατρίς. κδʹ ἐν Αἰγύπτῳ. κεʹ μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Ἀρμενία χώρα πλησίον τῶν Περσῶν ἀπὸ Ἀρμένου τοῦ Ῥοδίου, ὡς Ἀντίπατρος ἐν τρίτῳ περὶ Ῥόδου. Ἀσκανία πόλις Τρωϊκή. Νικόλαος τετάρτῃ ἱστοριῶν «Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος».... οὐ μόνον δὲ ἡ λίμνη, ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος, ἡ μὲν Φρυγίας, ἡ δὲ Μυσίας, ἀμφοτέρων δὲ μνημονεύει ὁ ποιητής, τῆς Φρυγίας μὲν «Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης»
Ἀσκανία, πόλις Τρωική. Νικόλαος τετάρτῃ ἱστοριῶν “Σκαμάνδριος Ἕκτορος καὶ Ἀνδρομάχης ἐκ τῆς Ἴδης καὶ τοῦ Δασκυλείου καὶ τῆς Ἀσκανίας καλουμένης, ἣν ἔκτισεν ὁ Αἰνείου παῖς Ἀσκάνιος ....”. οὐ μόνον δὲ ἡ λίμνη ἀλλὰ καὶ ἡ χώρα δισσὴ καὶ ὁμώνυμος .... Φρυγίας μέν “Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλ´ ἐξ Ἀσκανίης” τῆς δὲ Μυσίας “[οἵ ῥ´ ἐξ Ἀσκανίης] ἐριβώλακος ἦλθον ἀμοιβοί.” καὶ τῆς μὲν Φρύγιον τῆς δὲ Μύσιον. τὸ τοπικὸν Ἀσκάνιος ὁμοίως τῷ κυρίῳ. ἔστι κ…
char LCS 155 (37.1%) word LCS 31 (37.8%)
Show overlap highlight
…ς ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· «ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα». ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας …
Ἀζανία, μέρος τῆς Ἀρκαδίας, ἀπὸ Ἀζᾶνος τοῦ Ἀρκάδος. οἱ οἰκήτορες Ἀζᾶνες καὶ Ἀζῆνες. καὶ Ἀζάνιος καὶ Ἀζανία καὶ Ἀζάνιον. Εὔδοξος δὲ ἐν ἕκτῃ γῆς περιόδου φησίν “ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ ἀποκαθάρματα”. ἔστι δὲ μοῖρα τῆς Ἀρκαδίας ἡ Ἀζανία. διῄρηται δὲ εἰς τρία, Παρρασίους Ἀζᾶνας Τραπεζουντίους. καὶ ἔχει ἡ Ἀζανία πόλεις ἑπτακαίδεκα, ἃς ἔλαχεν Ἀζήν. ἔστι καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων.
char LCS 75 (67.6%) word LCS 16 (69.6%)
Show overlap highlight
τὸ σύστημα καὶ ἄθροισμα ὡς Αἰσχύλος «ἠδ´ ἀκρωνία κακοῦ—λευσμόν τε» (Eum. 187). Χιτωνία· οὕτως ἡ Ἄρτεμις ἐλέγετο, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί «καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος». Ἀζανία μέρος τῆς Ἀρκαδίας. λέγεται καὶ Ἀζηνία. Εὔδοξος ἐν ἕκτῃ γῆς περιόδου φησίν· «ἔστι κρήνη τῆς Ἀζηνίας, ἣ τοὺς γευσαμένους τοῦ ὕδατος ποιεῖ μηδὲ τὴν ὀσμὴ…
Χιτώνη, οὕτως ἡ Ἄρτεμις λέγεται, καὶ Χιτωνία, ὡς Παρμένων ὁ Βυζάντιος καὶ Ἐπίχαρμος ἐν Σφιγγί “καὶ τὸ τᾶς Χιτωνίας αὐλησάτω τίς μοι μέλος”.
char LCS 64 (44.4%) word LCS 14 (45.2%)
Show overlap highlight
… πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσ…
Ἀμμωνία, ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. ὁ οἰκήτωρ Ἀμμώνιος. ταῦτα δὲ διὰ τοῦ « ι ». τὸ δ´ Ἀμμώνειον διὰ διφθόγγου ὡς Δημήτρειον καὶ Ἀπολλώνειον.
char LCS 53 (100.0%) word LCS 10 (100.0%)
Show overlap highlight
…Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός. Ἀπολλωνία. αʹ πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ´ Ἐπίδαμνον. βʹ ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γʹ Μακεδονίας. δʹ πόλις Λιβύης. ε…
Ἀμυθαονία, μοῖρα τῆς Ἤλιδος, ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως, ὡς Ῥιανός.
char LCS 37 (100.0%) word LCS 6 (100.0%)
Show overlap highlight
…ένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσόγειος Λιβύη. καὶ αὐτὴ δὲ πᾶσα ἡ Λιβύη οὕτως ἐκαλεῖτο ἀπὸ Ἄμμωνος. Ἀμυθαονία μοῖρα τῆς Ἤλιδος ἀπὸ Ἀμυθάονος τοῦ Κρηθέως…
Ἀλβανία, χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν.
char LCS 33 (66.0%) word LCS 6 (66.7%)
Show overlap highlight
… ποιεῖ μηδὲ τὴν ὀσμὴν τοῦ οἴνου ἀνέχεσθαι, εἰς ἣν λέγουσι Μελάμποδα, ὅτε τὰς Προιτίδας ἐκάθαιρεν, ἐμβαλεῖν τὰ καθάρματα». ἔστι δὲ καὶ Μασσαλίας ἄλλη, ὡς Φίλων. Ἀθαμανία χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. Αἱμονία ἡ Θετταλία ἀπὸ Αἵμονος. εἰσὶ δὲ καὶ Αἱμονιαί πόλις Ἀρκαδίας ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος ( 44, 1). Ἀκαρνανί…
Ἀθαμανία, χώρα Ἰλλυρίας, οἱ δὲ Θεσσαλίας. τὸ ἐθνικὸν Ἀθαμᾶνες.
char LCS 25 (26.9%) word LCS 5 (35.7%)
Show overlap highlight
…ς ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος ( 44, 1). Ἀκαρνανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσ…
Φαγρώριον, πόλις, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν Αἰγυπτιακοῖς. ἐξ οὗ σύνθετον Φαγρωριόπολις καὶ Φαγρωριοπολίτης.
char LCS 24 (24.2%) word LCS 5 (26.3%)
Show overlap highlight
…ἀπὸ Αἵμονος τοῦ Λυκάονος παιδός, ὡς Παυσανίας ὀγδόῳ περιηγήσεως Ἑλλάδος ( 44, 1). Ἀκαρνανία χώρα κεχωρισμένη τῶν Κουρήτων πρὸς τῷ Ἀχελῴῳ. Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας. κτίσαι δὲ αὐτὴν Ἄκμονα τὸν Μάνεω. λέγεται καὶ Ἀκμόνεια. Ἀλβανία χώρα πρὸς τοῖς ἀνατολικοῖς Ἴβηρσιν. Ἀμαζονία πόλις Μεσσαπίας. Ἀμμωνία ἡ μεσ…
Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ´ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν πρώτῳ Λυκιακῶν. τὸ ἐθνικὸν Λαμούσιος.