ταῖς Ἱσπανίαις, ἡσσώμενος δὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο». ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ «τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότος, ἀλλ´ ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα, Ἰβηρίαν καὶ ἀπ´ ἐκείνου ὀνομάζονται, τὴν πᾶσαν οὕτω καλοῦντες. ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανίαν». Καμμανία μοῖρα Θεσπρωτίας. μετωνομάσθη δὲ Κεστρινία. Γρηστωνία χώρα Θρᾴκης πρὸς τῇ Μακεδονίᾳ. Θουκυδίδης δευτέρᾳ ( 99, 100). Δαρδανία· οὕτω πρότερον ἐκαλεῖτο ἡ Σαμοθρᾴκη· καὶ Δαρδανία χώρα Τρῳάδος, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο. Δαρσανία πόλις Ἰνδική. Διωνία πόλις, ἣν συγκαταλέγει ταῖς Κυπρίαις πόλεσι Θεόπομπος πεντεκαιδεκάτῃ Φιλιππικῶν. Ἐλινία χώρα Θεσπρωτίας. Ζειρηνία πόλις Θρᾴκης. Θεόπομπος Φιλιππικῶν γʹ. Ζηρανία χώρα Θρᾴκης. Ἔφορος εἰκοστῷ ἑβδόμῳ. Καρμανία χώρα τῆς Ἰνδικῆς. Στράβων πεντεκαιδεκάτῃ (p. 724). Καρνία πόλις Ἰωνίας. Νικόλαος τετάρτῳ. Κρημνία· οὕτως πρότερον ἐκαλεῖτο Γόρτυν πόλις Κρήτης. Θυνία ἡ χώρα τῶν Θύνων. Καστανία πόλις πλησίον Τάραντος. Κηφηνία ..... Χθονία· οὕτως καλεῖται ἡ Κρήτη. Λουσιτανία ὅμορος τῆς Βαιτίκης. Λυκαονία χώρα Λυκίας τε καὶ Ἰσαυρίας. Μαριανδυνία χώρα τοῦ Πόντου. Εὔπολις Χρυσῷ γένει «ὁρῶ. θεῶ νῦν τήνδε Μαριανδυνίαν». ἀπὸ Μαριανδυνοῦ τινος Αἰολέως. Μαυριτανίαι δύο, ἡ μὲν Τιγγιτανή, ἡ δὲ Καισαρησία. Μιλωνία πόλις Σαυνιτῶν ἐπιφανεστάτη. Διονύσιος ιζʹ. Μυγδονία μοῖρα Μακεδονίας καὶ ἑτέρα Φρυγίας τῆς μεγάλης. ἀπὸ Μυγδόνος. ἐλέγετο καὶ Μυχθονία. Μυονία πόλις Φωκίδος. Παυσανίας ιʹ (c. 38, 8). λέγεται καὶ Μύων. Μυρμιδονία χώρα τῶν Μυρμιδόνων· οὕτω γὰρ ἡ Αἴγινα ἐκλήθη. Ναρνία πόλις Σαυνιτῶν ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ Νάρνου, ὡς Διονύσιος ὀκτωκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Νικωνία πόλις ἐν τῷ Πόντῳ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἴστρου. Στράβων ἑβδόμῃ (p. 306). Ξιφωνία πόλις Σικελίας. Θεόπομπος Φιλιππικῶν τριακοστῷ ἐνάτῳ. Ξυνία πόλις Θεσσαλίας. Πολύβιος ἐνάτῳ. Παιονία. Πανία ἐπίνειον Κιλικίας περὶ τὸ Ἀλήϊον πεδίον. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀρκαδία. Παρθενία κώμη Πόντου πλησίον καὶ Σάμος πρότερον ἐκλήθη Παρθενία. Παφλαγονία ἀπὸ Παφλαγόνος τοῦ Φινέως παιδός. Πελαγονία χώρα Σικελίας. Πηλαγονία μοῖρα Μακεδονίας. Πολυρρηνία πόλις Κρήτης ἀπὸ τοῦ πολλὰς ῥῆνας τουτέστι πρόβατα ἔχειν. Ποσειδωνία πόλις Ἰταλίας. Ποτιδανία πόλις Αἰτωλίας. Ῥιζηνία πόλις Κρήτης. Ῥιθυμνία πόλις Κρήτης. Σατορνία ἡ Ἰταλία πρῶτον ἐκαλεῖτο. Σιγνία πόλις Ἰταλίας, ὡς Στράβων πέμπτῃ (p. 237). Σιδωνία πόλις Τρῳάδος. Σιθωνία μέρος Θρᾴκης. Σικανία ἡ περίχωρος Ἀκραγαντίνων. Τελχινία πρότερον ἡ Σικυὼν ἐκαλεῖτο καὶ ἡ Κρήτη. Σιωνία πόλις Ποντική. Ταρκυνία πόλις Τυρρηνίδος ἀπὸ Τάρκωνος. Κρανία· οὕτως ἐκαλεῖτο Ταρσὸς ἀπὸ κρανίου. Ὑττηνία πρότερον ἐκαλεῖτο τετράπολις τῆς
Pending translation