Prosodia Catholica (Herodian)

Passage 1.298
← Index
1.298
List of place names and tribes with regional descriptions, occasional linguistic/ accent notes, and literary citations.
Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ «ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρ´ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ´ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν» (ε 248) ἐστὶν Ἰώνων καταβιβασμός. Τὰ εἰς 'α' μακρὸν τῇ 'ρι' παραληγόμενα παροξύνεται, αἰθρία, κοπρία, ὑδρία ἐπὶ τοῦ ἀγγείου, ἐπὶ δὲ τῆς ἱδρεύσεως ὑδρεία, φατρία καὶ φρατρία, ὅ ἐστιν τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. θεωρία. Ἀλλαρία πόλις Κρήτης. Πολύβιος τρισκαιδεκάτῃ. Ἀρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od. δ 844). οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας,
Of Attica. Teuthrania, a city of Mysia, from Teuthras. Tibarenia, a region by the Pontus, neighboring the Chalybes and the Mossynoeci. Tourdetania, a region of Iberia, which is also called Baetica from the river Baetis; but Artemidorus calls it itself Tourtytania. Troezen was called Saronia. Tyrrhenia, a region by the Adriatic. There is also a city Tyrrhenia, which is also called Tyrrhene. Hyrcania, a city of Thrace. Chaonia, the middle part of Epirus. Chattenia, the third region of the Gerraei. Polybius, book 13: “And Chattenia is in other respects wretched, but is furnished with villages and towers because of the convenient position of the Gerraei; for these people occupy it.” And it is of the Red Sea. Chonia, a region of the Oenotrians. Lycophron (v. 983): “watering the deep all-allotted land of Chonia.” But ῥοδωνιά and ἰωνιά indicate an inclusive local sense; and the Χελιδονιαί rocks—there are two so called, one Corydela, the other Melanippeia, as Favorinus says in the Miscellanies—and Ἁζηνιά, a deme in Attica of the Hippothoontis tribe. And further, ἱμονιά, the bailer, among the Attic writers is accented on the acute. But ἁρμονιῇσιν in “and with bolts he struck it too, and with ἁρμονιῇσιν he dashed it” (ε 248) is an Ionic lowering. Words ending in long -α with penult in -ρι are accented on the penult: αἰθρία, κοπρία, ὑδρία in the sense of the vessel, but in the sense of drawing water ὑδρεία; φατρία and φρατρία, which is the third part of a tribe, which some call τριττύς. θεωρία. Allaria, a city of Crete. Polybius in the thirteenth book. Aria, a Persian region, as Hellanicus says. Aeria, Egypt, from the air; for they also say it is ἠερόεσσα. There is also a Celtic city Aeria, as Apollodorus says in the fourth book of the Chronicles. And there is another of Crete, not obscure, which was called the island Aeria and Idaia and Doliche because of its length. And that Thasos too was so called is clear from the oracle given to the father of Archilochus: “Report to the Parians, Telesicles, as I command you, to found in the island Ἠερίη a city conspicuous from afar.” Assyria, a region around Babylon. Asteria, a city of Syria; it is also called Asteris. There is also a little island Asteria between Cephallenia and Ithaca; Homer calls this one Asteris (Od. δ 844). Thus Delos too was called. Barbaria, a region by the Arabian Gulf. Melaria, a city at the ends, from the apples which Heracles is said to have brought from Libya, called golden. Galaria, a region of Sicily. Diacria, a tribe of Attica, which Pallas, son of Pandion, inhabited. Euporia, a city of Macedonia,

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 162 (68.4%) word LCS 32 (69.6%)
Show overlap highlight
…ὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις Θρᾴκης. Χαονία μέση τῆς Ἠπείρου. Χαττηνία χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ «ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι…
Χαττηνία, χώρα τρίτη Γερραίων. Πολύβιος ιγʹ “ἔστι δ´ ἡ Χαττηνία τἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων· οὗτοι γὰρ αὐτὴν νέμονται”. ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. οἱ πολῖται Χαττηνοί, ὡς αὐτός “τούτοις μὲν γὰρ παρήγγειλε φείδεσθαι τῆς τῶν Χαττηνῶν χώρας”.
char LCS 120 (31.8%) word LCS 24 (30.4%)
Show overlap highlight
… Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od…
… γενεαῖς Ἡρακλέους καὶ Θάσος παλαίτερος, εἴπερ ἀπὸ Ἀγήνορος Προῖτος ἦν, Ἀγήνορος δὲ Βῆλος ἀδελφὸς ἦν, Βήλου δ´ Αἴγυπτος, οὗ Λυγκεύς, οὗ Ἄβας, οὗ Δανάη, ἧς Περσεύς, οὗ Ἀλκαῖος, οὗ Ἀμφιτρύων, οὗ Ἡρακλῆς”. ὅτι δὲ καὶ Ἀερία ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ.
char LCS 72 (30.0%) word LCS 12 (27.9%)
Show overlap highlight
…χιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελον ἄστυ. Ἀσσυρία χώρα περὶ Βαβυλῶνα. Ἀστερία πόλις Συρίας. λέγεται καὶ Ἀστερίς. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν (Od. δ 844). οὕτως ἐκαλεῖτο καὶ Δῆλος. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύ…
Ἀστερία, πόλις Συρίας. [Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν.] λέγεται καὶ Ἀστερίς. ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. ἔστι καὶ νησίον Ἀστερία μεταξὺ Κεφαλληνίας καὶ Ἰθάκης. Ὅμηρος Ἀστερίδα ταύτην φησίν ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Ἀστερίς, οὐ μεγάλη.
char LCS 67 (29.1%) word LCS 16 (32.0%)
Show overlap highlight
…ρία Περσικὴ χώρα ὡς Ἑλλάνικος. Ἀερία ἡ Αἴγυπτος παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ὅτι δὲ καὶ οὕτως ἡ Θάσος, δῆλον ἐκ τοῦ χρησμοῦ τοῦ δοθέντος τῷ πατρὶ τοῦ Ἀρχιλόχου· ἄγγειλον Παρίοις, Τελεσίκλεες, ὥς σε κελεύω, νήσῳ ἐν Ἠερίῃ κτίζειν εὐδείελ…
Ἀερία, ἡ Αἴγυπτος, παρὰ τὸν ἀέρα. καὶ γὰρ ἠερόεσσαν αὐτήν φασιν. οἱ ἄνθρωποι Ἀέριοι, καὶ Ἀερίτης, ἐκ τῆς ἀέρος γενικῆς. ἔστι καὶ Κελτικὴ πόλις Ἀερία, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν τετάρτῳ. ἔστι καὶ ἄλλη Κρήτης οὐκ ἄσημος, ἣ ἐλέγετο νῆσος Ἀερία καὶ Ἰδαία καὶ Δολίχη διὰ τὸ μῆκος. ἐθνικὰ τὰ αὐτά.
char LCS 64 (37.0%) word LCS 12 (42.9%)
Show overlap highlight
Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. Ὑρκανία πόλις …
Τουρδητανία, χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτική καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. οἱ οἰκοῦντες Τουρδητανοί καὶ Τουρδοῦλοι. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ καὶ Τούρτους τοὺς οἰκήτορας καὶ Τουρτυτανούς.
char LCS 56 (22.0%) word LCS 9 (19.6%)
Show overlap highlight
Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸ…
Τιβαρηνία, χώρα πρὸς τῷ Πόντῳ, πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοί καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν πέμπτῳ φησὶν ὅτι “Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τ…
char LCS 54 (28.3%) word LCS 11 (34.4%)
Show overlap highlight
…Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρ´ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ´ ἄρα τήν γε καὶ ἁ…
Χελιδόνιοι, ἔθνος Ἰλλυρικόν. Ἑκαταῖος Εὐρώπῃ “Σεσαρηθίων πρὸς βορέω οἰκέουσι Χελιδόνιοι”. εἰσὶ καὶ Χελιδονίαι πέτραι, ὧν πολλάκις ἐμνήσθημεν. δύο δέ εἰσι κεκλημέναι ἡ μὲν Κορύδελα ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς.
char LCS 47 (72.3%) word LCS 10 (76.9%)
Show overlap highlight
…ς. Βαρβαρία χώρα παρὰ τὸν Ἀράβιον κόλπον. Μηλαρία πόλις ἐπὶ τοῖς πέρασι ἀπὸ τῶν μήλων, ἃ χρύσεα λέγεται Ἡρακλῆς ἐκ τῆς Λιβύης ἀγηοχέναι. Γαλαρία χώρα Σικελίας. Διακρία φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. Εὐπορία πόλις Μακεδονίας,
Διακρία, φυλὴ τῆς Ἀττικῆς, ἣν ᾤκει Πάλλας ὁ Πανδίονος υἱός. οἱ δημόται Διακριεῖς.
char LCS 36 (39.6%) word LCS 6 (33.3%)
Show overlap highlight
…περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν τοῖς παντοδαποῖς—καὶ τὸ Ἁζηνιά δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. καὶ ἔτι τὸ ἱμονιά τὸ ἀντλητήριον παρ´ Ἀττικοῖς ὀξύνεται. τὸ δὲ ἁρμονιῇσιν «γόμφοισιν δ´ ἄρα τήν γε καὶ ἁρμονιῇσιν ἄρασσεν» (ε 248) ἐστὶν Ἰώνων καταβιβασμός. Τ…
Ἁζηνιά, ὡς Πλωθιά Λουσιά, δῆμος ἐν Ἀττικῇ τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἁζηνιεύς, ὡς Ἑρχιεύς. τὰ τοπικὰ δῆλα.
char LCS 36 (16.7%) word LCS 5 (11.1%)
Show overlap highlight
…ἆλλα μὲν λυπρά, κώμαις δὲ καὶ πύργοις διεσκεύασται διὰ τὴν εὔκαιρον τῶν Γερραίων. οὗτοι γὰρ αὐτὴν νέμονται». ἔστι δὲ τῆς Ἐρυθρᾶς θαλάσσης. Χωνία χώρα Οἰνωτρῶν. Λυκόφρων (v. 983) «ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν». —τὸ δὲ ῥοδωνιά καὶ ἰωνιά περιεκτικὴν τοπικὴν ἔννοιαν δηλοῖ. καὶ τὸ Χελιδονιαί πέτραι—δύο δέ εἰσι κεκλημένη ἡ μὲν Κορύδελα, ἡ δὲ Μελανίππεια, ὡς Φαβωρῖνος ἐν …
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.