Prosodia Catholica (Herodian)

Passage 1.300
← Index
1.300
No summary yet
Λυκόφρων (v. 326) «ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν». Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι· Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ (c. 170). Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς 'α' μακρὸν παραληγόμενα τῇ 'λι', ἧς προηγεῖται 'α', βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰχαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων «οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β 730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος (I 165). Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται. Τὰ εἰς 'α' μακρὸν τρισύλλαβα παραληγόμενα τῷ 'ι' ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 215 (77.6%) word LCS 40 (80.0%)
Show overlap highlight
…ς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος (I 165). Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλ…
Μασσαλία, πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. τὸ ἐθνικὸν Μασσαλιώτης καὶ Μασσαλιεύς καὶ Μασσαλία καὶ Μασσαλιῶτις γυνή.
char LCS 151 (41.3%) word LCS 23 (34.8%)
Show overlap highlight
…ὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι· Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπί…
… Σικελία, παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. τὸ ἐθνικὸν Τρινακριεύς. Καλλίμαχος δ´ Αἰτίων αʹ Τρινάκριον πόντον φησίν. ἐκλήθη δ´ οὕτως ἢ ὅτι τρεῖς ἄκρας ἔχει ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσηγόρευται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ [διὰ τὸ] Τρίνακον [βούκολον] τὸν Ποσειδῶνος Σικελίας ἄρξαι, Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. ὕστερον Σικανία ἐκλήθη ἀπὸ Σικανοῦ.
char LCS 125 (36.4%) word LCS 24 (33.3%)
Show overlap highlight
…Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ (c. 170). Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς 'α' μακρὸν παρ…
…ερον πολίδιον. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δ´ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δ´ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα κείμεναι. ὁ κτίσας Ὑριεύς. ὁ πολίτης Ὑριάτης. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Καλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Ὑριεύς.
char LCS 94 (43.1%) word LCS 12 (30.0%)
Show overlap highlight
…30). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....» Μαιναλία πόλις Γαλατίας. Μασσαλία πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων. Ἑκαταῖος Εὐρώπῃ. Τίμαιος δέ φησιν ὅτι προσπλέων ὁ κυβερνήτης κ…
Χαλία, πόλις Βοιωτίας. Θεόπομπος μεʹ “τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥπερ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ...” τὸ ἐθνικὸν Χάλιος ὁ αὐτός “ὕστερον δὲ οἱ Χαλκιδεῖς πολεμήσαντες Αἰολεῦσι τοῖς τὴν ἤπειρον ἔχουσι, Χαλίοις καὶ Βοιωτοῖς καὶ Ὀρχομενίοις καὶ Θηβαίοις”.
char LCS 76 (22.0%) word LCS 16 (23.2%)
Show overlap highlight
… φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς 'α' μακρὸν παραληγόμενα τῇ 'λι', ἧς προηγεῖται 'α', βαρύνεται πρᾶγμα σημαῖνον, διδασκαλία, ἀτασθαλία, ἢ ὀνόματα χωρῶν, Οἰχαλία πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων «οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β  730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀτ…
Οἰχαλία, πόλις, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει λέγων “οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου”. οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι καὶ ἐν Θετταλίᾳ καὶ ἐν Ἀρκαδίᾳ. ὁ πολίτης Οἰχαλιεύς ὡς τὸ Αἱμονία Αἱμονιεύς, καὶ [ὡς] Αἱμονίς οὕτω καὶ Οἰχαλίς, καὶ Οἰχαλιώτης …
char LCS 57 (28.4%) word LCS 11 (28.2%)
Show overlap highlight
…σύλλαβα παραληγόμενα τῷ 'ι' ἐπὶ οὐσίας λαμβανόμενα βαρύνεται χωρίς τινων, καρδία· ἔστι Καρδία καὶ πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου ἡ ὕστερον Λυσιμάχεια. Ἑρμοχάρου δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα ἐς τόνδε τὸν χῶρον μεθεῖναι καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι Σκυθῶν γλώσσῃ οὕτω κεκλῆσθαι. σχεδία, ζημία, σηπία, οἰκία, φυλία, τηλία,
Καρδία, πόλις τῆς ἐν Θρᾴκῃ Χερρονήσου. Ἑρμοχάρους δὲ τοῦ κτιστοῦ θύοντος κόρακα τὴν καρδίαν ἁρπάσαντα καὶ ἀναπτάντα εἰς τόνδε τὸν χῶρον μεθεῖναι, καὶ διὰ τοῦτο οὕτως ἐκλήθη. ἢ ὅτι τῇ Σκυθῶν γλώττῃ οὕτως κεκλῆσθαι. ὁ πολίτης Καρδιανός ὡς Ἀσιανός.
char LCS 48 (71.6%) word LCS 10 (76.9%)
Show overlap highlight
… καὶ ἰδὼν ἁλιέα ἐκέλευσε μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται. Κασταλία πόλις Κιλικίας. Ἀλλαλία πόλις ἐν Κύρνῳ τῇ νήσῳ κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος (I 165). Παυταλία μοῖρα Θρᾴκης. εἰ δὲ μὴ οὕτως, ὀξύνεται, ἀμυγδαλιά, φυταλιά, λαλιά, καλιά. τὸ δὲ ἀσπαλία ἡ ἁλεία βαρύνεται. Τὰ εἰς 'α' μακρὸν τρισύλλαβα παραλ…
Ἀλλαλία, πόλις ἐν Κύρνῳ τῇ νήσῳ, κτίσμα Φωκαέων, ὡς Ἡρόδοτος. τὸ ἐθνικὸν Ἀλλαλιαῖος.
char LCS 39 (9.4%) word LCS 6 (7.7%)
Show overlap highlight
Λυκόφρων (v. 326) «ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν». Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικ…
Τάναγρα, πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμανδρία· Λυκόφρων “ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν”. τὴν δὲ Γραῖαν ἔνιοι λέγεσθαι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος τινὲς δὲ τὴν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Τ…
char LCS 36 (9.4%) word LCS 6 (9.0%)
Show overlap highlight
…κῷ Ἄργει τάσσει λέγων «οἵ τ´ ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου» (Β  730). οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι καὶ Μεσσηνὶς Οἰχαλία καὶ ἑτέρα ἐν Τραχῖνι. Θεσσαλία ἀπὸ Θεσσαλοῦ ἡ πρότερον Πελασγία. Παραλία τῆς Ἀττικῆς. Χαλία πόλις Βοιωτίας. Θεόπομπος μεʹ «τὴν δὲ Χαλίαν καὶ τὴν καλουμένην Ὑρίαν, ἥ περ ἐστὶν ἐφεξῆς ἐκείνης, τῆς Βοιωτίας ....» Μαιναλία πόλι…
Θεσσαλία, ἀπὸ Θεσσαλοῦ, ἡ πρότερον Πελασγία· ἐν ταύτῃ οὐκ ἔξεστι πελαγροὺς κτείνειν· τοὺς γὰρ τῆς χώρας ὄφεις ἀναιροῦσιν. ὁ πολίτης Θεσσαλιώτης καὶ Θετταλιώτης καὶ Θετταλός καὶ Θετταλίς. ἔστι καὶ θετταλίς ὑπόδημά τι ποιόν, ὡς Λύσιππος ἐν Βάκχαις. τὸ Θεττάλη δρᾶμα…
char LCS 23 (29.9%) word LCS 6 (37.5%)
Show overlap highlight
Λυκόφρων (v. 326) «ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν». Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρ…
Νουκρία, πόλις Τυρσηνίας. Φίλιστος [ιεʹ] ιαʹ. καὶ τὸ ἐθνικὸν Νουκρῖνος. εὕρηται καὶ Νακρία διὰ τοῦ « α ».