Prosodia Catholica (Herodian)

Passage 1.301
← Index
1.301
Entries on place-names, accentuation and vocalic changes (Greek examples), and brief notes on specific cities and regions (Phrygia, Cilicia, Cappadocia, etc.), with examples from Strabo and other authors; mention of dialectal accent rules and morphological alternations.
ἁλία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ 'ο' πρὸ τοῦ 'ι', ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά. Τὰ παραληγόμενα τῷ 'ι' ἀπὸ τῶν εἰς 'ξ' βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων «Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β'. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) »ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία«. Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. Τὰ διὰ τοῦ 'οα' σπάνια καὶ κατὰ πάθος γενόμενα παρ´ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Πανδιονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικῶς Ὀεῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ (c. 36, 7). Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.
Halia. Now σκοπιά and σποδιά are accented with an acute, as having ο before ι, just as also πολιά and τροχιά and ἁματροχιά and ὁρμιά. Words with penult in ι derived from those ending in ξ are accented with a grave: Φρυγία, “two regions.” Strabo: “For Phrygia too, the one is called Great, over which Midas ruled, and of the other a part the Galatians occupied; but the small one is that on the Hellespont and that around Olympus, which is also called ‘acquired.’” There is also Φρυγία, a place on Oeta, from the fact that Heracles was roasted there. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Theopompus in the thirty-ninth book of the Philippica. Κιλικία; Ἀμβρακία, from Ambracus son of Thesprotus son of Lycaon, or from Ἀμβρακία daughter of Augeus, about whom Phileas. It is also found written with π instead of β. Τεμμικία in Lycophron (v. 786): “whom steep Τεμμικία, Bombylêia, …”. Νεφελοκοκκυγγία, a city comically invented by Aristophanes, spoken of both in the singular and in the plural. Κωρυκία, a promontory of Crete; Ἰαπυγία, two cities, one in Italy and another in Illyria, as Hecataeus says. Καππαδοκία, a country bordering on Cilicia, as Menippus says, from Sinope to the river Eüarchus, which marks off Paphlagonia and Cappadocia. Note has been made that ἀνθρακιά is accented with an acute. Forms in -οα, rare and produced by affection among the Attics, are accented with an acute, as ὄα, “skin”; there is also a deme of Attica in the tribe Pandionis, Ὄα. But Dionysius, the son of Tryphon, says that in the plural it is called Ὀεῖς from Ὀεύς, as many other cases. χροία, χρόα. ποία, πόα. Γενόα, a city of the Ligurians in Italy, now called Ἰάνουα, as Artemidorus says. Θεισόα, a city of Arcadia. Λυκόα, a city of Arcadia. Pausanias in the eighth book (c. 36, 7). Μεσόα or Μεσσόα, a place in Laconia. Strabo in the eighth book. There is also a Laconian tribe. Νόαι, a city of Sicily. Apollodorus in the second book of the Chronica. But those with an inserted consonant are accented with an acute: στοιᾱ́ from στοά, ῥοιᾱ́ from ῥοά.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 160 (34.4%) word LCS 37 (38.5%)
Show overlap highlight
…πιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ 'ο' πρὸ τοῦ 'ι', ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά. Τὰ παραληγόμενα τῷ 'ι' ἀπὸ τῶν εἰς 'ξ' βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων «Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ …
Φρυγία, δύο χῶραι. Στράβων “Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον· ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ [καὶ ἡ] περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη”. οἱ ἐξ ἑκατέρας λέγονται Φρύγες καὶ Μυσοί. λέγονται καὶ Βρίγες. τὸ ἐθνικὸν Φρύξ καὶ Φρύγιος καὶ Φρυγία ἄνθρωπος καὶ Φρύγιον, καὶ Φρυγικός κτητικὸν καὶ Φρυγική καὶ Φρυγικόν, καὶ φρυγίζειν καὶ φρυγιστί. ἔστι καὶ Φρυγία τ…
char LCS 106 (32.4%) word LCS 18 (30.5%)
Show overlap highlight
…α παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. Τὰ διὰ τοῦ 'οα' σπάνια καὶ κατὰ πάθος γενόμενα παρ´ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς …
Καππαδοκία, χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος “ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν ...” τὸ ἐθνικὸν Καππάδοξ καὶ Καππάδοκος. καὶ Καππαδόκης· Ἡρόδοτος δέ φησιν. ὁ κτιστὴς Καππάδοκος εἴρηται ὑπὸ Μενάνδρου. λέγεται καὶ Καππαδόκισσα, ὡς Αἰθιόπισσα καὶ πανδόκισσα. διῄρητο δ´ οὐχ ὡς νῦν εἰς πρώτην καὶ δευτέρ…
char LCS 82 (19.2%) word LCS 16 (18.6%)
Show overlap highlight
…μένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β'. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) »ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία«. Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀρι…
Ἀμβρακία, πόλις Θεσπρωτίας, ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος, ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. τὸ ἐθνικὸν Ἀμβρακιεύς καὶ Ἀμβρακιώτης. Φίλιστος δὲ Ἀμβρακῖνος φησὶ Σικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ « π » ἀντὶ τοῦ « β », ὅθεν καὶ τὸ Ἀμπρακιώτης ἀπὸ τῆς Ἄμπρακος γενικῆς καὶ Ἀμπρακία. τὰ γὰρ εἰς « ια » θηλυκὰ καὶ εἰ…
char LCS 72 (66.7%) word LCS 10 (71.4%)
Show overlap highlight
…ας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β'. Τεμμικία παρὰ τῷ Λυκόφρονι (v. 786) »ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία«. Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος,…
Νεφελοκοκκυγία, πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. τὸ ἐθνικὸν Νεφελοκοκκυγιεύς.
char LCS 59 (62.8%) word LCS 14 (66.7%)
Show overlap highlight
…) »ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία«. Νεφελοκοκκυγγία πόλις κωμικῶς ἐπινοηθεῖσα παρὰ Ἀριστοφάνει, καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη. Κωρυκία ἀκρωτήριον Κρήτης, Ἰαπυγία δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. Καππαδοκία χώρα τῇ Κιλικίᾳ πρόσχωρος, ὥς φησι Μένιππος, ἀπὸ Σινώπης εἰς Εὔαρχον ποταμόν, ὃς ὁρίζει Παφλαγονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμ…
Ἰαπυγία, δύο πόλεις, μία ἐν τῇ Ἰταλίᾳ καὶ ἑτέρα ἐν τῇ Ἰλλυρίδι, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν Ἰᾶπυξ καὶ Ἰαπύγιος καὶ Ἰαπυγία.
char LCS 51 (73.9%) word LCS 9 (75.0%)
Show overlap highlight
…όα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ (c. 36, 7). Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.
Μεσσόα, τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. τὸ ἐθνικὸν Μεσσοάτης.
char LCS 39 (44.8%) word LCS 5 (29.4%)
Show overlap highlight
…τεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ (c. 36, 7). Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνεται στοιά στοά, ῥοιά ῥοά.
Νόαι, τὸ ἐθνικὸν Νοαῖος. ὁ τύπος γὰρ οὐκ ἀήθης αὐτοῖς. ἔστι δὲ πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν.
char LCS 37 (16.1%) word LCS 4 (9.3%)
Show overlap highlight
… ἡ ἐφ´ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρός, περὶ ἧς Φιλέας. εὕρηται καὶ διὰ τοῦ 'π' ἀντὶ τοῦ 'β'. Τε…
Αἰθικία, ὡς Κιλικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. τὸ ἐθνικὸν Αἴθικες, ὡς Κίλικες. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει. Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν. τὸ δὲ ἔθνος [ἐπιεικῶς] παράβολόν τε καὶ βάρβαρον καὶ λῃστείαις ἐπιεικῶς προσκεί…
char LCS 34 (14.7%) word LCS 6 (11.5%)
Show overlap highlight
…γονίαν καὶ Καππαδοκίαν. σεσημείωται τὸ ἀνθρακιά ὀξυνόμενον. Τὰ διὰ τοῦ 'οα' σπάνια καὶ κατὰ πάθος γενόμενα παρ´ Ἀττικοῖς παροξύνεται, οἴα ὄα τὸ δέρμα· ἔστι καὶ δῆμος τῆς Ἀττικῆς τῆς Πανδιονίδος φυλῆς Ὄα. Διονύσιος δὲ ὁ Τρύφωνός φησι πληθυντικῶς Ὀεῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν…
Ὄα, δῆμος τῆς Ἀττικῆς, τῆς Πανδιονίδος φυλῆς. Διονύσιος δὲ ὁ τοῦ Τρύφωνός φησι τὸ πληθυντικὸν Ὄεις λέγεσθαι αὐτάς, ὡς καὶ ἄλλα πολλά. ὁ μέντοι δημότης Ὄαθεν λέγεται “Δάμων Δαμωνίδου Ὄαθεν”. καὶ ἐκ τόπου τὸ αὐτό. τὰ δ´ ἄλλα Ὄαζε Ὄασι. λέγεται καὶ Ὄη. ἔστι δ´ Ὄη τῆς…
char LCS 32 (48.5%) word LCS 5 (38.5%)
Show overlap highlight
…ῖς λέγεσθαι ἀπὸ τοῦ Ὀεὺς ὡς ἄλλα πολλά. χροία χρόα. ποία πόα. Γενόα πόλις τῶν Λιγύρων τῆς Ἰταλίας, καλουμένη νῦν Ἰάνουα, ὡς Ἀρτεμίδωρος. Θεισόα πόλις Ἀρκαδίας. Λυκόα πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ (c. 36, 7). Μεσόα ἢ Μεσσόα τόπος Λακωνικῆς. Στράβων ὀγδόῃ. ἔστι καὶ φυλὴ Λακωνική. Νόαι πόλις Σικελίας. Ἀπολλόδωρος δευτέρῳ χρονικῶν. τὰ δὲ ἐν ἐπενθέσει ὀξύνετ…
Λυκόα, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῃ. τὸ ἐθνικὸν Λυκοάτης, καὶ θηλυκῶς διὰ τοῦ « ι ».