Prosodia Catholica (Herodian)

Passage 1.302
← Index
1.302
No summary yet
Τὰ διὰ τοῦ 'οια' μακρά, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώϊος καὶ Τρωΐα Τροία ὡς Ἀχελώϊος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ »κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν«. ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, στοιά ὀξύνεται. τὸ δὲ Στοῖαι πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς, βαρύνεται. * Τὰ εἰς 'οια' ὑπερδισύλλαβα σπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια. Τὰ εἰς 'α' μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ 'υ', ὀξύα εἶδος ξύλου, καρύα· ἔστι καὶ χωρίον τῆς Λακωνικῆς Καρύα. Θεόπομπος νεʹ. κωδύα ἡ τῆς μήκωνος κεφαλή. Δατύα πόλις. οἰσύα, ἰξύα, σιπύα, σικύα, μελανδρύα, ἀφύα. Μαρσύα πόλις Φοινίκης
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 90 (18.6%) word LCS 13 (12.5%)
Show overlap highlight
…χονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώϊος καὶ Τρωΐα Τροία ὡς Ἀχελώϊος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ »κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν«.…
…νικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ τῆς Αἰγύπτου πόλις· ὁ πολίτης Τρωίτης. ἔστι καὶ Τρωίτης ποταμὸς καὶ Τρωικὸν ὄρος Αἰγύπτου. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων.
char LCS 42 (71.2%) word LCS 7 (70.0%)
Show overlap highlight
…ρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ »κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν«. ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι χροιά, στοιά ὀξύνεται. τὸ δὲ Στοῖαι πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς, βαρύνεται. * Τὰ εἰς 'οια' ὑπερδισύλλαβα σπάνια ὄντα προπαροξύνεται, οἷον ἄγνοια, πρόνοια. Τὰ εἰς 'α' μακροκατάληκτα βαρύνεται παραλήγοντα τῷ 'υ', ὀξύα εἶδος ξ…
Στοῖαι, πόλις Λιβύης, ὡς Ἑκαταῖος περιηγήσει αὐτῆς. τὸ ἐθνικὸν Στοιίτης.