Prosodia Catholica (Herodian)

Passage 1.303
← Index
1.303
No summary yet
ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίσταρχος (?) συστέλλει τὸ 'α' καὶ ἐκτείνει τὸ 'υ' καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώς. Τὰ εἰς 'α' μακρὸν καθαρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων καὶ ἡ Πάρος Μινῴα. ἠῴα, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ 'ι'. * Τὰ εἰς 'α' διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ 'υ' δισύλλαβα προπερισπᾶται, Ταῦα πόλις Αἰγύπτου, Εὖα πόλις Ἀρκαδίας. Θεόπομπος ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφ´ ἧς Ἐρευάτης πόλις Λυκίας.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 126 (52.5%) word LCS 28 (51.9%)
Show overlap highlight
…ν τόνου καὶ χρόνου πεποιηκώς. Τὰ εἰς 'α' μακρὸν καθαρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μινῴα, ὅτι Μίνως σὺν τοῖς ἀδελφοῖς Αἰακῷ καὶ Ῥαδαμάνθυι ἰὼν ἐξ αὑτοῦ ταύτην ἐκάλεσεν. ἔστι καὶ Ἀραβίας. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων καὶ ἡ Π…
Μίνῳα, [πόλις] ἐν Ἀμοργῷ τῇ νήσῳ, μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ, μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μίνῳαν κρήνην. ἐκαλεῖτο καὶ ἡ Γάζα Μίνῳα· ἔστι καὶ Ἀραβίας, ἧς οἱ πολῖται Μινωῖται, ἀπὸ Μίνωος. ἔστι καὶ Κρήτης. ἔστι καὶ ἄλλη νῆσος οὐ πόρρω Μεγάρων. καὶ ἡ Πάρος Μίνῳα· οἱ πολῖται Μινῷαι.
char LCS 62 (68.1%) word LCS 9 (64.3%)
Show overlap highlight
…νδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησ…
Ἁλικύαι, πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. τὸ ἐθνικὸν Ἁλικυαῖος καὶ Ἁλικυαία.
char LCS 54 (60.0%) word LCS 11 (61.1%)
Show overlap highlight
…Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυ…
Καφύαι, πόλις Ἀρκαδίας, ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. ὁ πολίτης Καφυεύς καὶ Καφυάτης ὡς Καρυάτης.
char LCS 51 (67.1%) word LCS 9 (64.3%)
Show overlap highlight
…υκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφετα…
Καπύα, πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωικοῦ. τὸ ἐθνικὸν Καπυανός ὡς Ἀσιανός.
char LCS 38 (26.0%) word LCS 6 (20.0%)
Show overlap highlight
ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεόπομπος. μεταξὺ κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρ…
Μινύα, πόλις Θετταλίας. ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινυοῦ κληθεῖσα, ἀφ´ ἧς ἡ Μινύα καὶ Μινύειον καὶ Μινυηίς καὶ Μινυήιος. ἔστι καὶ ἑτέρα Φρυγίας ἐν τοῖς ὁρίοις Λυδίας. τὸ ἐθνικὸν Μινύαι.
char LCS 35 (19.1%) word LCS 6 (17.1%)
Show overlap highlight
…Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. ἰγνύα, ὀρύα. Ἀρίσταρχος (?) συστέλλει τὸ 'α' κα…
Φλεγύα, πόλις Βοιωτίας, ἀπὸ Φλεγύου τοῦ Ἄρεος καὶ Χρυσῆς παιδός. ὁ πολίτης Φλεγύας καὶ Φλεγυεύς. λέγεται δὲ ἡ χώρα Φλεγυαντίς, ὡς ἀπὸ περιττοσυλλάβου γενικῆς τῆς Φλεγύαντος. ἔστι δὲ τοῦ Φλεγύας καὶ Φλεγύης εὐθεῖα καὶ Φλέγυς.
char LCS 33 (49.3%) word LCS 5 (45.5%)
Show overlap highlight
…κειμένη Ἐντέλλης καὶ Λιλυβαίου. Καφύαι πόλις Ἀρκαδίας ἀπὸ Κάπυος τοῦ πατρὸς Ἀγχίσου ἢ ἀπὸ Κηφέως. Καπύα πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ Κάπυος τοῦ Τρωϊκοῦ. Τραμπύα πόλις τῆς Ἠπείρου πλησίον Βουνείμων. Φλεγύα πόλις Βοιωτίας ἀπὸ Φλεγύου τοῦ Ἄρεως καὶ Χρυσῆς παιδός. Σιγγύα πόλις Παμφυλίας. Μαντύα πόλις Ῥωμαίων. γράφεται δὲ καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει.…
Τραμπύα, πόλις τῆς Ἠπείρου πλησίον Βουνίμων. ὁ πολίτης Τραμπυεύς καὶ Τραμπυάτης.
char LCS 32 (69.6%) word LCS 6 (66.7%)
Show overlap highlight
…, προθυρῴα, ὑπερῴα τριγενῆ. ταῦτα δὲ οὐ παρὰ πᾶσιν ἔχει τὸ 'ι'. * Τὰ εἰς 'α' διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ 'υ' δισύλλαβα προπερισπᾶται, Ταῦα πόλις Αἰγύπτου, Εὖα πόλις Ἀρκαδίας. Θεόπομπος ἐν ἕκτῳ, τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται. Ἔρευα ἡ καὶ Ἐλευθερά, ἀφ´ ἧς Ἐρευάτης πόλις Λυκίας.
Εὖα, πόλις Ἀρκαδίας, Θεόπομπος ἐν ἕκτῳ. τὸ ἐθνικὸν Εὐαῖος.
char LCS 29 (36.7%) word LCS 6 (37.5%)
Show overlap highlight
ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. Μινύα πόλις Θεσσαλίας ἡ πρότερον Ἁλμωνία ἀπὸ Μινύου κληθεῖσα ἔστι καὶ ἑτέρα ἐν τοῖς ὁρίοις Λυκίας. Κρύα πόλις Λυκίας. Ἀρτεμίδωρος. Ἁλικύαι πόλις Σικελίας. Θεό…
Μαρσύα, πόλις Φοινίκης, ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μάρσου. τὸ ἐθνικὸν Μαρσηνός τῷ τῆς Ἀσίας τύπῳ.
char LCS 28 (31.5%) word LCS 5 (29.4%)
Show overlap highlight
…τέλλει τὸ 'α' καὶ ἐκτείνει τὸ 'υ' καὶ προπαροξύνει, ἐναλλαγὴν τόνου καὶ χρόνου πεποιηκώς. Τὰ εἰς 'α' μακρὸν καθαρὸν τῷ 'ω' παραληγόμενα βαρύνεται, ὤα ἡ μηλωτή, Κριώα δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ψοθώα ἡ ψώρα. ὡσαύτως καὶ Μινῴα πόλις ἐν Ἀμοργῷ τῇ νήσῳ μιᾷ τῶν Κυκλάδων. δευτέρα πόλις Σικελίας. τρίτη ἐν Σίφνῳ μιᾷ τῶν Κυκλάδων. ἔχει δὲ καὶ Μινῴαν κρήνην. …
Κριώα, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. ὁ δημότης Κριωεύς. τὰ τοπικὰ Κριῶθεν κατὰ συγκοπὴν καὶ Κριῶζε καὶ Κριῶσιν.