Prosodia Catholica (Herodian)

Passage 1.305
← Index
1.305
No summary yet
γυνή, ὀξάλμη, τολύπη ἡ ἐργασία, ἱστοδόκη, καπνοδόκη, λατύπη, οἰνοχόη. τὸ δὲ ἀστεροπή ὀξύνεται ὡς σύνθετον παρὰ τὸ ὄπα καὶ ἀστήρ. καὶ τὸ ὑδρορρόη οἱ παλαιοὶ ἐβάρυναν, οἱ δὲ μεταγενέστεροι ὀξύνουσιν οὐχ ὑγιῶς. Τὰ εἰς 'η' θηλυκὰ προσηγορικὰ ἀπὸ προθέσεως συντεθειμένα τότε μὲν ὀξύνεται, ὅτε τὰ ἑαυτῶν ἁπλᾶ, καὶ τότε βαρύνεται, ὅταν τὰ ἑαυτῶν βαρύνηται, ἀνατολή, μεταβολή, ἀναβολή, ἐπιτολή, ἐπιτομή, ἀνοχή, παραψυχή τὸ προσηγορικόν, Παραψύχη δὲ τὸ κύριον. τὸ δὲ ἀναρρόη παροξύνεται, καίτοι ἀπὸ τοῦ ῥοή, καὶ τὸ ἀναδέσμη ἀπὸ τοῦ ἀνάδεσμος. τὰ δὲ βαρύτονα ταῦτα· συνθήκη, παρακαταθήκη, συγγνώμη, συνάγχη. Τὰ εἰς 'η' συναληλιμμένα περισπᾶται, λεοντέα λεοντῆ, συκέα συκῆ, γαλέα γαλῆ, ἀμυγδαλέα ἀμυγδαλῆ, βοέα βοῆ, κυνέα κυνῆ, τραγέα τραγῆ. Τὰ εἰς 'η' καθαρὸν μονογενῆ οὐ πολλὰ βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κραναή νῆσος Λακωνική. Ὅμηρος »νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην« (Il. Γ 445). οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ 'ευη' παροξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύνεται, καὶ τὰ ἀπ´ αὐτῆς κατασκευή, ἐπισκευή, ὑποσκευή. Τὰ εἰς 'η' καθαρὸν δισύλλαβα τῷ 'ο' παραληγόμενα ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται τὰ ἀπὸ δύο συμφώνων προηγουμένου τοῦ δασέος, φθόη ἡ φθορά, χλόη, χνόη αἱ χοινικίδες τῶν ἁρμάτων, μεθ´ ὧν καὶ Ὄη δῆμος τῆς Οἰνηΐδης φυλῆς. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, χοή ἡ σπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 46 (11.1%) word LCS 9 (11.1%)
Show overlap highlight
…βαρύνεται, Δαύη πόλις Ἀραβίας. Δανάη. Ἀγαυή ὀξύνεται ἐπιθετικὸν ὄν, ὡσαύτως καὶ Κραναή νῆσος Λακωνική. Ὅμηρος »νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην« (Il. Γ  445). οὕτως δὲ ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. καὶ τὰ διὰ τοῦ 'ευη' παροξύνεται, χλεύη, Βεύη πόλις Μακεδονίας, Εὔη. τὸ δὲ σκευή ὀξύνεται, καὶ τὰ ἀπ´ αὐτῆς κατασκευή, ἐ…
Κραναή, νῆσος Λακωνική. Ὅμηρος “νήσῳ δ´ ἐν Κραναῇ ἐμίγην”. ἥτις πρόκειται τοῦ Γυθείου. οὕτως ἐκαλεῖτο καὶ ἡ Ἀττικὴ ἀπὸ Κραναοῦ. ἐξειλήφασι γάρ τινες οὕτω τὸ Ὁμηρικὸν τὸ Κραναῇ ἀντὶ τοῦ Ἀτθίδι. Ἑλένη καλεῖται νῦν. ἐμοὶ δοκεῖ Ἀλέξανδρος δηλοῦν οὐ τὸν διὰ τῶν νήσων πλοῦν πεποιημένον, τὸν εἴσω ἄγοντα, ἀλλὰ τὸν ἔξω. ὑπονοῶν γὰρ διωχθήσεσθαι τὴν Κρήτην εὐώνυμον λαμβάνει κ…
char LCS 27 (61.4%) word LCS 7 (70.0%)
Show overlap highlight
… μεθ´ ὧν καὶ Ὄη δῆμος τῆς Οἰνηΐδης φυλῆς. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, χοή ἡ σπονδή, βοή, θοή τὸ ἐπίθετον, Θόη δὲ τὸ κύριον, πνοή. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, Οἰνόη μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων.
Οἰνόη, μία τῶν ἐν Ἰκάρῳ δύο πόλεων. τὸ ἐθνικὸν Οἰνοαῖος.