Prosodia Catholica (Herodian)

Passage 1.307
← Index
1.307
Passage lists numerous place-names (toponyms) and discusses Greek accentuation and spelling/phonological rules (e.g. effects of sequences like ωη, ι, and βη before consonants), with examples and citations.
πολυίστωρ »γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία«. Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφ´ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα. Τὰ διὰ τοῦ 'ωη' ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ 'ι', ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματος γεγονὸς σὺν τῷ 'ι' γράφεται. τὸ δὲ Στρώη πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. καὶ Οἰνώη πόλις τῆς Ἀργείας, ὅθεν Οἰνωᾶτις Ἄρτεμις, βαρύνεται ὡς κύρια. Τὰ εἰς 'βη' ἔχοντα πρὸ τοῦ 'β' σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ῥηματικὰ εἴη προσηγορικὰ καὶ παραλήγοι τῷ 'ο', τύρβη, Κόμβη ἡ Χαλκίς καλουμένη, θυγάτηρ Ἀσωποῦ, ἀφ´ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος »πολυτρήρωνά τε Θίσβην« (Β 502) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ 'ο' παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ 'ε' παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή,
πολυίστωρ: »γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία«. Βιζύη, a city of Thrace, the kingdom of the Asti; Μιλύη, the wife of Solymus, from whom the Μιλύαι; Μοτύη, a city of Sicily, from Μοτύη, a woman who informed Heracles about those who had driven off his cattle. Hecataeus, in his Europe. Philistus, however, says that it is a coastal fort of Sicily. Πισύη, a city of Caria; it is also called Πιτύη. Μαντύη, a city of the Romans, which is also Μαντύα. Words with -ωη- are accented with an acute: ζωή, θωή (“the penalty”); and this also with ι, whence also ἀθῷος: δμῳή, ἐρωή, ἰωή, ἀλῳή; but this, having arisen from the verb ἀλοιῶ, is written with ι. But Στρώη, a city of Libya, as Hecataeus says in his Circuit of Asia; and Οἰνώη, a city of the Argive land, whence Οἰνωᾶτις Artemis, is accented with a grave, like proper names. Forms in -βη that have a consonant before β, whether by combination or by separation, are accented with a grave, unless they are verbal appellatives and have ο in the penult: τύρβη, Κόμβη (the one called Chalcis), daughter of Asopus, from whom Chalcis, a city of Euboea; κύμβη, a kind of ship. Θίσβη, a city of Boeotia. Homer: »πολυτρήρωνά τε Θίσβην« (Β 502), from Θίσβη, daughter of Asopus. It is also said in the plural; and the harbor of the Thesbians too, as Epaphroditus says, and the port, full of doves. κράμβη; Ἄλβη, a city of Italy, which is also called Ἄλβα. There is also Ἄλβη, a city of Crete. Βόλβη, a city and a lake; there is also Βόλβαι, a city of Caria. Δέρβη, a fort of Isauria and a harbor. Κύρβη, a city of Pamphylia—Hecataeus in his Asia. Στράμβαι, a city of Thrace. Ὕσβη, a city of Lydia. But φορβή is a verbal appellative and has ο. For feminine disyllables ending in -η with a consonant are accented with an acute when they have ο in the penult, if they come from verbs that have ε in the penult only, for example τρέπω → τροπή, τρέφω → τροφή.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 134 (85.9%) word LCS 21 (84.0%)
Show overlap highlight
… Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία«. Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφ´ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα. Τὰ διὰ τοῦ 'ωη' ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ 'ι', ἐξ οὗ καὶ…
Μοτύη, πόλις Σικελίας, ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάττιον. τὸ ἐθνικὸν Μοτυαῖος.
char LCS 70 (30.6%) word LCS 14 (33.3%)
Show overlap highlight
…σωποῦ, ἀφ´ ἧς Χαλκίς πόλις Εὐβοίας, κύμβη νηὸς εἶδος. Θίσβη πόλις Βοιωτίας. Ὅμηρος »πολυτρήρωνά τε Θίσβην« (Β 502) ἀπὸ Θίσβης τοῦ Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λ…
Θίσβη, πόλις Βοιωτίας. Ὅμηρος “πολυτρήρωνά τε Θίσβην”. ἀπὸ Θίσβης τῆς Ἀσωποῦ. λέγεται καὶ πληθυντικῶς. ὁ πολίτης Θισβαῖος. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. Ἰσμηνίας δὲ ὁ αὐλητὴς Θισβεύς ἐχρημάτιζε, καὶ ὁ Ἐρετριέων αὐλητὴς Θισβεύς.
char LCS 41 (61.2%) word LCS 7 (58.3%)
Show overlap highlight
…ύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ 'ι', ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀπὸ τοῦ ἀλοιῶ ῥήματος γεγονὸς σὺν τῷ 'ι' γράφεται. τὸ δὲ Στρώη πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. καὶ Οἰνώη πόλις τῆς Ἀργείας, ὅθεν Οἰνωᾶτις Ἄρτεμις, βαρύνεται ὡς κύρια. Τὰ εἰς 'βη' ἔχοντα πρὸ τοῦ 'β' σύμφωνον κατ´ ἐπιπλοκὴν ἢ κατὰ διάστασιν βαρύνεται, εἰ …
Στρώη, πόλις Λιβύης, ὡς Ἑκαταῖος Ἀσίας περιηγήσει. τὸ ἐθνικὸν Στρωαῖος ἢ Στρωίτης.
char LCS 35 (67.3%) word LCS 7 (70.0%)
Show overlap highlight
πολυίστωρ »γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσσα, Λιβύη, Κηφηνία, Ἀερία«. Βιζύη πόλις Θρᾴκης τὸ τῶν Ἀστῶν βασίλειον, Μιλύη ἡ γυνὴ Σολύμου, ἀφ´ ἧς Μιλύαι. Μοτύη πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φ…
Βιζύη, πόλις Θρᾴκης, τὸ τῶν Ἀστῶν βασίλειον. τὸ ἐθνικὸν Βιζυηνός.
char LCS 31 (57.4%) word LCS 6 (60.0%)
Show overlap highlight
…η πόλις Σικελίας ἀπὸ Μοτύης γυναικὸς μηνυσάσης Ἡρακλεῖ τοὺς ἐλάσαντας τοὺς αὐτοῦ βοῦς. Ἑκαταῖος Εὐρώπῃ. Φίλιστος δὲ φρούριον αὐτήν φησι Σικελίας παραθαλάσσιον. Πισύη πόλις Καρίας. λέγεται καὶ Πιτύη. Μαντύη πόλις Ῥωμαίων, ἣ καὶ Μαντύα. Τὰ διὰ τοῦ 'ωη' ὀξύνεται, ζωή, θωή ἡ ζημία, τοῦτο δὲ καὶ σὺν τῷ 'ι', ἐξ οὗ καὶ τὸ ἀθῷος, δμῳή, ἐρωή, ἰωή, ἀλῳή· τοῦτο δὲ ἀ…
Πισύη, πόλις Καρίας. λέγεται καὶ Πιτύη· τὸ ἐθνικὸν ὁμοίως Πισυήτης.
char LCS 31 (66.0%) word LCS 5 (62.5%)
Show overlap highlight
…βη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνε…
Κύρβη, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. ὁ πολίτης Κυρβαῖος.
char LCS 29 (15.7%) word LCS 5 (13.2%)
Show overlap highlight
…τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντ…
Δέρβη, φρούριον Ἰσαυρίας καὶ λιμήν. ὁ κατοικῶν Δερβήτης ὡς Σιδήτης Πυλήτης. λέγεται δ´ ἴσως καὶ Δέρβεια καὶ τὸ ἐθνικὸν Δερβείτης. Καπίτων δὲ Δέρμην φησί. τινὲς δὲ Δέλβειαν ὅ ἐστι τῇ τῶν Λυκαόνων φωνῇ ἄρκευθος. καὶ Ἀρκεύθη ἡ πόλις.
char LCS 22 (6.3%) word LCS 5 (6.7%)
Show overlap highlight
… λέγεται καὶ πληθυντικῶς. καὶ ὁ λιμὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλι…
…ν λεγόμενος Τίβερις, Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. λέγεται καὶ Ἄλβη. ὁ πολίτης Ἀλβανός, ὡς καὶ οἶνος Ἀλβανὸς ἡδύς τε καὶ καλός. λέγεται καὶ Ἀλβανὸς ἐν Ἰταλίᾳ τόπος ἐν ᾧ ἱεροποιίαι ἐγένοντο, καὶ λίμνη Ἀλβανίς. ἔστι καὶ Ἄλβη πόλις Κρήτης, τὸ ἐθνικὸν Ἀλβαῖος ὡς Θηβαῖος.
char LCS 20 (7.5%) word LCS 5 (8.3%)
Show overlap highlight
…μὴν δὲ τῶν Θισβαίων, ὥς φησιν Ἐπαφρόδιτος, καὶ τὸ ἐπίνειον περιστερῶν πλῆρες. κράμβη, Ἄλβη πόλις Ἰταλίας, ἣ καὶ Ἄλβα λέγεται. ἔστι καὶ Ἄλβη πόλις Κρήτης. Βόλβη πόλις καὶ λίμνη. ἔστι καὶ Βόλβαι πόλις Καρίας. Δέρβη φρούριον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματι…
Κάναι, πολίχνιον [Εὐβοϊκὸν ἢ] Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου. ἔστι καὶ ὄρος Κάνη καὶ πόλις καὶ λίμνη. ἔστι καὶ πόλις τῆς Τρῳάδος. Στράβων ιγʹ. εἰσὶ καὶ Κάνναι διὰ δύο « νν », πλησίον Καρχηδόνος. τὸ ἐθνικὸν Καναῖος καὶ Καναία. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. Καναῖος Ζεύς οὐ μόνον ἀπὸ τοῦ Καναίου, ἀλλὰ καὶ ἀπὸ τῆς Κάνης…
char LCS 16 (5.3%) word LCS 5 (7.7%)
Show overlap highlight
…ον Ἰσαυρίας καὶ λιμήν. Κύρβη πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Στράμβαι πόλις Θρᾴκης. Ὕσβη πόλις Λυδίας. τὸ δὲ φορβή ἐστι ῥηματικὸν προσηγορικὸν καὶ ἔχει τὸ 'ο'. τὰ γὰρ εἰς 'η' λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ 'ο' παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ 'ε' παραληγομένων μόνῳ, οἷον τρέπω τροπή, τρέφω τροφή,
…ίδη, πόλις Παμφυλίας, ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου, ἀφ´ οὗ ἡ νῆσος. ὁ πολίτης Σιδήτης. τὴν δευτέραν συλλαβὴν ἔχει διὰ τοῦ « η » διὰ τὸν βαρὺν τοῦ πρωτοτύπου τόνον. τὰ γὰρ εἰς « η » λήγοντα δισύλλαβα πρωτότυπα ὀξυνόμενα μὲν διὰ τοῦ « ε » τὸ παράγωγον ἐκφέρει, φυλή φυλέτης, βαρυνόμενα δὲ διὰ τοῦ « η », κώμη κωμήτης, Πύλη Πυλήτης καὶ Πυλάτης.