Prosodia Catholica (Herodian)

Passage 1.308
← Index
1.308
Lexicon entry listing numerous place names (Arisbe, Abae, Tabai, Kasos, Kalybe, Astelebe, Xanthos, Carthage/Kakkabe, Sabai, Labai, etc.), genealogical and founding notes, derivations from heroes, and phonological/accidence comments on accentuation and vocalic changes (forms in -βη/-βαι, diphthong οι, heavy iambic endings, alternations like Ἄβα/Ἄβαι), with citations to Hellanicus, Herodotus, Polybius, and others.
νέμω νομή, στρέφω στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή. οὕτως καὶ φορβή. προσέθηκα τῷ 'ε' παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω. Τὰ εἰς 'βη' ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ 'οι' διφθόγγῳ βαρύνεται, Ἀλύβη »τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη« (Β 857). Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν 'οι' δίφθογγον. Τὰ εἰς 'βη' ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων (v. 1074) »ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας«. κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας »ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι«. καὶ Ἀπολλώνιος ἐνάτῳ »ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι«. ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.
νέμω—νομή, στρέφω—στροφή, ῥοπή, σπονδή, ὁλκή, πλοκή; so too φορβή. I added only those with penult in ε, in order now to avoid πόρπη; for this is from πείρω. The words in -βη that are more than disyllabic and do not have the diphthong οι in the penult are accented with a grave: Ἀλύβη, “from afar out of Ἀλύβη, whence is the birth of silver” (Β 857). Hellanicus says that it is a Pontic lake. καλύβη. There is also Καλύβη, a city of Thrace, a colony of Macedonians; Νιόβη; ἀστράβη, a kind of wagon. And thus Κάσος was called, one of the Cyclades. Ἑκάβη. Ἀρίσβη, a city of the Troad, a colony of the Mytilenaeans, whose founders were Scamandrius and Ascanius son of Aeneas. Cephalon says that Dardanus, coming from Samothrace to the Troad, married Ἀρίσβη, the daughter of Teucer the Cretan. Hellanicus, however, says that she was Βάτεια. There is another in Lesbos, from Ἀρίσβη daughter of Macar. Ephorus traces her genealogy to Merops and says that she was first married to Alexander son of Priam. Herodotus also, in the Ionic dialect, calls her Ἀρίσβα in the first book (c. 151). Ἀστελέβη, a city of Lydia; Xanthus in the fourth book of the Lydian History. Κακκάβη: thus Carthage was called; and by their own word a horse’s head is signified by this. Ὑποθῆβαι: some say that the Pontiae of Boeotia were so called; others that it was some small town so named because of the position of the place, just as they call Ὑποχαλκίς because Chalcis lies under the mountain. Many places too are with a preposition: Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη: but the Attics accent it with an acute. And ἀμοιβή is accented with an acute, as having the diphthong οι. The iambic proper names or derivatives in -βη are accented with a grave: Ἄβη, a Phocian city, which is also Ἄβα and in the plural Ἄβαι, as Ἀμύκλα—Ἀμύκλαι. Lycophron (v. 1074): “longing for Ἄμφισσα and glorious Ἄβαι.” It is named from the hero Ἄβας. Τάβαι, a city of Lydia, about which the oracle says to the Pisidians: “the renowned free city of the Tabans is to be settled.” And Apollonius in the ninth book: “they begged that they be brought down to Τάβας.” It was named from the hero Τάβος. Others say that Cibyra and Marsyas were brothers, and that the one founded the city Cibyra, the other Τάβας, and that they called it from dwelling on a rock; for the Greeks interpret τάβα as ‘rock’. Some derive it from Ταβηνός the Argive. There is also another city of Caria, Τάβαι, and a third in the Peraea, which Alexander in his work On Syria interprets as ‘good’. Σάβαι, a great city near the Red Sea. Λάβαι, a city of Chattēnia; Polybius in the thirteenth book. βλάβη. These are accented with an acute—λαβή, τριβή—being verbal.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 163 (32.6%) word LCS 33 (33.3%)
Show overlap highlight
…ρησμός φησι πρὸς Πισίδας »ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι«. καὶ Ἀπολλώνιος ἐνάτῳ »ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι«. ἐκλήθη δὲ ἀπὸ Τάβου ἥρωος. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λά…
… ὁ χρησμός φησι πρὸς Πισίδας “ἄστυ Ταβῶν ἐρικυδὲς ἐλευθερὸν οἰκίζεσθαι”. καὶ Ἀπολλώνιος ἐνάτῳ “ἐδεήθησαν ὅπως αὐτοὺς εἰς Τάβας καταγάγωσι”. βαρύνεται δέ, ὡς Σάβαι, κύριον καὶ ἰαμβικόν. ἐκλήθη δὲ ἀπὸ Τάβου. ὁ δὲ Τάβος ἥρως. οἱ δέ φασι τὸν Κιβύραν καὶ Μαρσύαν ἀδελφοὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ὁ πολίτης Ταβηνός [ὡς Γερηνός]. Ἡσίοδος “παρ´ ἱπποδάμοισι Γερηνοῖς”. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν.
char LCS 143 (31.4%) word LCS 27 (32.9%)
Show overlap highlight
…νείου. Κεφάλων δέ φησιν, ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστι ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑπο…
…ριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. κεῖται μεταξὺ Περκώτης καὶ Ἀβύδου. Κεφάλων δέ φησιν ὅτι Δάρδανος ἀπὸ Σαμοθρᾴκης ἐλθὼν εἰς τὴν Τρωάδα τὴν Τεύκρου τοῦ Κρητὸς θυγατέρα γαμεῖ Ἀρίσβην. Ἑλλάνικος δὲ Βάτειαν αὐτήν φησιν. ἔστιν ἑτέρα ἐν Λέσβῳ ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ. τὸ ἐθνικὸν Ἀρισβαῖος καὶ Ἀρισβαία. ἔστι καὶ ποταμὸς Θρᾳκῶν Ἄρισβος. τὸ ἐθνικὸν Ἀρισβαιεύς.
char LCS 136 (56.4%) word LCS 28 (65.1%)
Show overlap highlight
…. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται. κολόβη. Ἀττικοὶ δὲ ὀξύνουσιν. τὸ δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν 'οι' δίφ…
Ὑποθῆβαι, τινὲς οὕτως φασὶ τὰς Ποτνίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τὸ ὑπὸ τὸ ὄρος τὴν Χαλκίδα κεῖσθαι. πολλοὶ δὲ καὶ μετὰ προθέσεως τόποι, Ἐπικνημίδιοι Ὑπερβόρεοι Παραποτάμιοι Προποντίς Παρωκεανῖται.
char LCS 50 (10.0%) word LCS 10 (11.1%)
Show overlap highlight
… Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. οἱ δὲ πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον, ὡς τὴν Ὑποχαλκίδα καλοῦσι διὰ τ…
Καρχηδών, μητρόπολις Λιβύης, διασημοτάτη πόλις. Χαλκηδών δὲ τῆς Βιθυνίας διὰ τοῦ « λκ ». ἀπὸ Καρχηδόνος Φοίνικος. ἐκαλεῖτο δὲ καινὴ πόλις καὶ Καδμεία καὶ Οἴνουσα καὶ Κακκάβη, τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. ἔστι δὲ καὶ ἄλλη Καρχηδών πόλις Ἰβηρίας, ἐκαλεῖτο δὲ καὶ αὐτὴ καινὴ πόλις· ἔστι δὲ καὶ Ἀρμενίας Καρχηδών, ὡς Εὐτρόπιός φησιν. ὁ πολίτης “Καρχηδόνιος σοφὸς Μάγων” καί “Κλειτόμαχος, ὁ Διογνήτου, ὃς ἐκαλεῖτο Ἀσδρούβας, φι…
char LCS 43 (5.3%) word LCS 7 (4.2%)
Show overlap highlight
… δὲ ἀμοιβή ὀξύνεται ὡς ἔχον τὴν 'οι' δίφθογγον. Τὰ εἰς 'βη' ἰαμβικὰ κύρια ἢ παρώνυμα βαρύνεται, Ἄβη πόλις Φωκική, ἣ καὶ Ἄβα καὶ πληθυντικῶς Ἄβαι ὡς Ἀμύκλα Ἀμύκλαι. Λυκόφρων (v. 1074) »ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας«. κέκληται δὲ ἀπὸ ἥρωος Ἄβα. Τάβαι πόλις Λυδίας, περὶ ὧν ὁ χρησμός φησι πρὸς Πισίδας »ἄστυ Ταβῶν ἐρικυδὲς ἐλεύθερον οἰκίζεσθαι«. καὶ Ἀπολλώνιος ἐνάτῳ »ἐδεήθησα…
…1]Ἄβα[/object]. Ἡρωδιανὸς δέ φησιν ὅτι τὸ Ἄβας, ὅτε ἔθνος σημαίνει, περιττοσυλλάβως κλίνεται ἀεί, ὅτε δὲ κύριον, καὶ ἰσοσυλλάβως καὶ περιττοσυλλάβως. ἔστι δὲ ὁ ποταμὸς Ἰταλίας. ὡς οὖν ἀπὸ τοῦ Ἀμύκλα Ἀμύκλαι, οὕτως Ἄβα Ἄβαι. Λυκόφρων “ποθοῦντες Ἄμφισσάν τε καὶ κλεινὰς Ἄβας”. τὸ ἐθνικὸν Ἀβαῖος καὶ τὸ κτητικόν. μηδεὶς δὲ περιττολογίαν ἡγείσθω τὴν παράθεσιν τῶν ἐθνικῶν, διὰ τὸ ἀνόμοιον. Δέρβη γὰρ φρούριον Ἰσαυρίας, τὸ δὲ ἐθνικὸν Δερβήτης καὶ Δερβαῖος, ὡς Σιδήτης καὶ Πυλήτης, ὡς δειχθήσεται, …
char LCS 42 (12.5%) word LCS 8 (12.9%)
Show overlap highlight
…βή. προσέθηκα τῷ 'ε' παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω. Τὰ εἰς 'βη' ὑπερδισύλλαβα μὴ παραληγόμενα τῇ 'οι' διφθόγγῳ βαρύνεται, Ἀλύβη »τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη« (Β 857). Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσ…
Ἀλύβη, τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. παρὰ ταύτην ἐλθεῖν Ῥέα λέγεται Δία φέρουσα νεογνόν. οἱ ταύτην οἰκοῦντες Ἄλυβες, ἀντὶ τῶν ἀργυρείων μετάλλων σιδηρᾶ ἔχοντες. οἱ νῦν Χαλδαῖοι, ὡς Στράβων. ἔστι καὶ Ἀλυβεύς καὶ Ἀλυβηίς. Εὐφορίων ἐν Ἀραῖς ἢ Ποτηριοκλέπτῃ “…
char LCS 42 (65.6%) word LCS 7 (70.0%)
Show overlap highlight
…σβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ καὶ πρώτην Ἀλεξάνδρῳ τῷ Πριάμου γαμηθῆναι. Ἡρόδοτος δὲ καὶ ἰάζων Ἀρίσβαν καλεῖ ἐν πρώτῃ (c. 151). Ἀστελέβη πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. Κακκάβη. οὕτως ἐκαλεῖτο Καρχηδών. τούτῳ δὲ κατὰ τὴν οἰκείαν αὐτῶν λέξιν ἵππου κεφαλὴ δηλοῦται. Ὑποθῆβαι· τινὲς οὕτως φασὶ τὰς Ποντίας τῆς Βοιωτίας κεκλῆσθαι. …
Ἀστελέβη, πόλις Λυδίας, Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν. οἱ οἰκοῦντες Ἀστελεβαῖοι.
char LCS 41 (26.5%) word LCS 7 (24.1%)
Show overlap highlight
…ραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιος τρισκαιδεκάτῳ. βλάβη. ὀξύνεται δὲ ταῦτα, λαβή, τριβή ῥηματικὰ ὄντα.
Σαβαί, πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης καὶ φρούριον. τὸ ἐθνικὸν τῆς πόλεως καὶ τοῦ φρουρίου Σαβαῖοι καὶ θηλυκῶς Σαβαία. καὶ τὸ κτητικὸν Σαβαϊτικόν, ὡς ἀπὸ τοῦ Σπάρτης Σπαρτιακόν.
char LCS 33 (42.3%) word LCS 5 (35.7%)
Show overlap highlight
…ραληγόμενα τῇ 'οι' διφθόγγῳ βαρύνεται, Ἀλύβη »τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη« (Β 857). Ἑλλάνικος δέ φησιν λίμνην εἶναι Ποντικήν. καλύβη. ἔστι καὶ Καλύβη πόλις Θρᾴκης, ἄποικος Μακεδόνων, Νιόβη, ἀστράβη εἶδος ἁμάξης. οὕτως δὲ ἐκαλεῖτο Κάσος μία τῶν Κυκλάδων. Ἑκάβη. Ἀρίσβη πόλις τῆς Τρῳάδος Μυτιληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνι…
Καλύβη, πόλις Θρᾴκης, ἄποικος Μακεδόνων. τὸ ἐθνικὸν Καλυβῖται ἢ Καλυβεῖς, ὡς τῆς Ἀλύβης Ἀλυβεῖς.
char LCS 22 (4.0%) word LCS 5 (5.0%)
Show overlap highlight
…οὺς τὸν μὲν κτίσαι Κιβύραν πόλιν, τὸν δὲ Τάβας, καὶ καλέσαι ἀπὸ τοῦ ἐπὶ πέτρας οἰκεῖσθαι· τάβαν γὰρ τὴν πέτραν Ἕλληνες ἑρμηνεύουσιν. ἔνιοι ἀπὸ Ταβηνοῦ Ἀργείου. ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι. καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ περὶ Συρίας ἑρμηνεύει ἀγαθήν. Σάβαι πόλις μεγάλη πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Λάβαι πόλις Χαττηνίας. Πολύβιο…
…νομοθέτης καὶ μελιάμβων ποιητής, καὶ Αἰνησίας περιπατητικὸς ὁ Θεοφράστου μαθητής, καὶ Ἀκεστόδωρος περὶ πόλεων συγγεγραφώς, καὶ Πολύβιος τεσσαράκοντα βιβλία συγγράψας. οὗτοι Μεγαλοπολῖται. τὸ κτητικὸν Μεγαλοπολιτικός. βʹ ἔστι καὶ ἄλλη πόλις Καρίας, ἡ νῦν Ἀφροδισιάς ἡ πρότερον Λελέγων πόλις καὶ διὰ τὸ μέγεθος ἐκλήθη Μεγαλόπολις· ὠνομάσθη δὲ καὶ Νινόη ἀπὸ Νίνου. ὁ πολίτης Νινοήτης. ἔστι καὶ Ἰβηρίας Μεγάλη πόλις ὡς Φίλων. ἔστι καὶ Μεγάλη νῆσος ἡ νῦν Λυκίας.