Prosodia Catholica (Herodian)

Passage 1.309
← Index
1.309
No summary yet
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β 712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι »κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς«. τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολίχνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. »μή μ´ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση« (Od. ε 467). λώβη ἐκ τοῦ λαβή, ὃ σημαίνει τὸ ξίφος, λάβη. γίνεται καὶ τροπῇ τοῦ 'α' εἰς 'ω' λώβη ὡς φᾶρος φωριαμός. Τὰ εἰς 'γη' δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ ( 2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς 'γη' ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, σφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, στέγη. τὸ μέντοι σαγή τὸ πλῆθος ὡς σφαγή ὀξύνεται, τινὲς δὲ βαρύνουσι. καὶ τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 211 (46.0%) word LCS 40 (44.4%)
Show overlap highlight
…μοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις Βοιωτίας διάσημος ἀπὸ Θήβης τῆς Προμηθέως. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι »κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς«. τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. Βαῖβαι πολίχνιον τῆς Καρίας. στίβη ἡ ψύχρα. »μή μ´ ἄμυδις στ…
Θήβη, πόλις Βοιωτίας διάσημος, ἀπὸ Θήβης τῆς Προμηθέως. ὁ πολίτης Θηβαῖος καὶ Θηβαιεύς καὶ Θηβαΐς καὶ ἡ χώρα καὶ ἡ γυνή. ἔστι καὶ ἄλλη Αἰγυπτία, περὶ ἧς Καλλίμαχός φησιν ὅτι “κατὰ τὰς Αἰγυπτίας Θήβας ἐστὶ σπήλαιον, ὃ ταῖς μὲν ἄλλαις ἡμέραις πληροῦται ἀνέμου, κατὰ δὲ τὰς τριακάδας οὐ πνεῖ παντελῶς”. τρίτη Θεσσαλίας τῆς Φθιώτιδος. τετάρτη ἐν Κιλικίᾳ, Ὑποπλακία, πλησίον τῆς Τροίας, ἧς ὁ πολίτης Θηβαΐτης. πέμπτη Ἰωνίας κατὰ Μίλητον. ἕκτη ἐν τῇ Ἀττικῇ. ἑβδόμη τῆς Καταονίας. ὀγδόη Ἰταλίας. ἐνάτη Συρίας. τὸ κτητικὸν Θηβαϊκός καὶ Θηβαϊκή. τὰ τοπικὰ Θήβηθεν Θήβαζε Θήβησιν.
char LCS 75 (24.9%) word LCS 15 (24.6%)
Show overlap highlight
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β  712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'βη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα μὴ προσηγορικὰ τῇ 'οι' παραληγόμενα βαρύνεται, ἥβη, Θήβη πόλις …
Βοίβη, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἔστιν οὖν καὶ πόλις καὶ λίμνη Βοιβιάς, ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφύρας κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. καὶ ἐν Μακεδονίᾳ λίμνη Βοίβη. τὸ ἐθνικὸν τῆς Βοίβης Βοιβεύς καὶ Βοιβηίς θηλυκόν· εἰ δὲ καὶ Βοιβαῖος, οὐ κωλύει. ἔστι καὶ Βοιβήιον πόλις. λέγεται δὲ καὶ Βοιβία ἡ λίμνη.
char LCS 73 (83.0%) word LCS 14 (82.4%)
Show overlap highlight
…ὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς 'γη' ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, σφαγή. παρώνυμα δὲ βαρύνεται, πάγη, τρύγη, στέγη. τὸ μέντοι σαγή τὸ πλῆθος ὡς σφαγή ὀξύνετα…
Γάγαι, πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. τὸ ἐθνικὸν Γαγαῖος.
char LCS 41 (48.8%) word LCS 8 (47.1%)
Show overlap highlight
… δὲ ( 2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν …
Γάργη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. τὸ ἐθνικὸν Γαργαῖος ὡς Βεργαῖος, τῷ τύπῳ δὲ Γαργίτης.
char LCS 38 (25.7%) word LCS 6 (21.4%)
Show overlap highlight
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β  712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στοιβή, ἀμοιβή. Τὰ εἰς 'β…
Ἰωλκός, πόλις Θεσσαλίας. “Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν”. ἀπὸ Ἰωλκοῦ τοῦ Ἀμύρου, ἀφ´ οὗ τὸ Ἀμυρικὸν πεδίον Λαρισαίων. τὸ ἐθνικὸν Ἰώλκιος καὶ Ἰωλκία καὶ Ἰωλκίς καὶ Ἰωλκιάς.
char LCS 38 (52.8%) word LCS 5 (45.5%)
Show overlap highlight
…ορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ ( 2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς …
Σέλγη, πόλις Πισιδίας, ἄποικος Λακεδαιμονίων. οἱ πολῖται Σελγεῖς. καὶ Σελγική κτητικόν.
char LCS 37 (8.6%) word LCS 6 (7.8%)
Show overlap highlight
Τὰ εἰς 'οιβη' κύρια μὲν ὄντα βαρύνεται, Φοίβη, Βοίβη πόλις Θεσσαλίας. Ὅμηρος »Βοίβην καὶ Γλαφυρὰς καὶ ἐϋκτιμένην Ἰαωλκόν« (Β  712) ἀπὸ Βοίβου τοῦ Γλαφύρου τοῦ τὰς Γλαφυρὰς κτίσαντος. ἔστι καὶ ἐν Κρήτῃ Βοίβη τῆς Γορτυνίδος. προσηγορικὰ δὲ ὀξύνεται, λοιβή, στ…
Γλαφύραι, πόλις Θεσσαλίας. Ὅμηρος “Βοίβην καὶ Γλαφύρας”. ἀπὸ Γλαφύρου υἱοῦ Μάγνητος κτίσαντος. τὸ ἐθνικὸν Γλαφυρεύς. ἔστι καὶ κώμη Κιλικίας Γλαφύραι, ἀπέχουσα Ταρσοῦ τριάκοντα στάδια πρὸς δύσιν, [ἐν ᾗ πηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντι ποταμ…
char LCS 34 (68.0%) word LCS 5 (62.5%)
Show overlap highlight
… Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλέξανδρος ἐν πρώτῃ Λυκιακῶν. Τὰ εἰς 'γη' ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάσσω, φυγή, …
Θίγγη, πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. τὸ ἐθνικὸν Θίγγιος.
char LCS 31 (14.7%) word LCS 6 (14.6%)
Show overlap highlight
…φᾶρος φωριαμός. Τὰ εἰς 'γη' δισύλλαβα ἔχοντα τὴν πρώτην εἰς σύμφωνον λήγουσαν, προσηγορικὰ ὄντα, ὀξύνεται, φθογγή, κλαγγή, ὀργή, στοργή. τὰ δὲ κύρια βαρύνεται, Βέργη πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. Στράβων δὲ ( 2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις…
Βέργη, πόλις Θρᾴκης πρὸς τῇ Χερρονήσῳ. τὸ ἐθνικὸν Βεργαῖος. Στράβων δὲ κώμην αὐτὴν λέγει, ἐξ ἧς ὁ Βεργαῖος Ἀντιφάνης ὁ κωμικός. ἄπιστα δὲ οὗτος συνέγραψεν, ὥς φασιν· ἀφ´ οὗ καὶ παροιμία βεργαΐζειν ἀντὶ τοῦ μηδὲν ἀληθὲς λέγειν. λέγεται καὶ Βέργιον ὑποκοριστι…
char LCS 25 (32.9%) word LCS 5 (31.2%)
Show overlap highlight
…( 2 p. 102. 104) κώμην αὐτὴν λέγει. Σέλγη πόλις Πισιδίας ἄποικος Λακεδαιμονίων. Πέργη πόλις Παμφυλίας. Βάργη ἡ μήτηρ Βαργάσου, ἀφ´ οὗ Βάργασα πόλις Καρίας. Γάργη πόλις Λιβύης ὡς πολυίστωρ ἐν τρίτῃ Λιβυκῶν. Βέλγη, ἀφ´ οὗ Βελγίκη ἡ χώρα ὡς Ἀκτή Ἀττική. Θίγγη πόλις Λιβύης. Ἑκαταῖος περιηγήσει. Γάγαι πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν …
Ἀφάκη, πόλις Λιβύης, ὡς πολυίστωρ ἐν Λιβυκῶν τρίτῃ. τὸ ἐθνικὸν Ἀφακίτης διὰ τὸ ἴδιον τῆς χώρας.