Prosodia Catholica (Herodian)

Passage 1.310
← Index
1.310
No summary yet
ἄγη ἡ ἔκπληξις »ἄγη μ´ ἔχει ὄρχαμε λαῶν« (Φ 221) ἀπὸ φωνήεντος ἀρχόμενον βαρύνεται. Τὰ εἰς 'γη' δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ 'γ' ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλις ἀπὸ τοῦ 'γ' ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται. Τὰ εἰς 'γη' ὑπερδισύλλαβα προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβος, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ (Il. Β 533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ´ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη. Τὰ εἰς 'γη' ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυσις, Ἐλιβύργη πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον. Τὰ εἰς 'δη' ἔχοντα πρὸ τοῦ τέλους τὸ 'ο' εἰς σύμφωνον καταλῆγον
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 39 (24.4%) word LCS 7 (20.6%)
Show overlap highlight
…λολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ (Il. Β  533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ´ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη. Τὰ εἰς 'γη' ὑπερ…
Φαρύγαι, πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆς ἐν Φαρύγαις κρήνης Τάρφης τοὔνομα, οἱ δὲ ἀπὸ τοῦ πυκνοῦ τῆς ὕλης ταύτας κεκλῆσθαι. οἱ πολῖται Φαρυγαῖοι, ὡς δῆλον ἐκ τῆς Φαρυγαίας Ἥρας.
char LCS 36 (65.5%) word LCS 5 (62.5%)
Show overlap highlight
…λλ´ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη. Τὰ εἰς 'γη' ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, βαρύνεται, ὀλίγγη ἡ ἀνάπαυσις, Ἐλιβύργη πόλις Ταρτησσοῦ. Ἑκαταῖος Εὐρώπῃ. ἀμόργη ἡ τοῦ ἐλαίου τρύξ. σεσημείωται τὸ ἀμολγή ὀξυνόμενον. Τὰ εἰς 'δη' ἔχοντα πρὸ τοῦ τέλους τὸ 'ο' εἰς σύμφωνον καταλῆγον
Ἐλιβύργη, πόλις Ταρτησσοῦ, Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ἐλιβύργιος.
char LCS 33 (45.8%) word LCS 8 (57.1%)
Show overlap highlight
…αυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέων. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου. πυγή. τὸ δὲ Γύγη ἡ πόλις ἀπὸ τοῦ 'γ' ἄρχεται. τὸ δὲ αἰγῆ ἀπὸ τοῦ αἰγέα συναλειφθὲν περισπᾶται. Τὰ εἰς 'γη' ὑπερδισύλλαβα προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλ…
Πηγαί, παροικία Μεγαρέων. οἱ οἰκήτορες Πηγαῖοι. ἔστι δὲ καὶ πόλις ἐν Κερυνείᾳ τῆς Κύπρου.
char LCS 26 (56.5%) word LCS 5 (55.6%)
Show overlap highlight
…ς ἀρχόμενον βαρύνεται. Τὰ εἰς 'γη' δισύλλαβα ἀσυνάλειπτα φύσει μακρᾷ παραληγόμενα, εἰ μὴ διαστολή τις εἴη ἢ ἀπὸ τοῦ 'γ' ἄρχοιτο, ὀξύνεται, πληγή, σιγή, Σίγη δὲ πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ, κραυγή, Κραύγη δὲ τὸ κύριον. ἀγή ἡ ἀπόκλασις τοῦ κύματος, αὐγή, Αὔγη δὲ ἡ γυνὴ τοῦ Τεύθραντος, ῥωγή, Ῥώγη δὲ νῆσος ἐν τῇ Λυκίᾳ, πηγή καὶ Πηγαί παροικία Μεγαρέ…
Σίγη, πόλις Τρῳάδος, ὡς Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Σιγίτης.