Prosodia Catholica (Herodian)

Passage 1.313
← Index
1.313
No summary yet
ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή. Τὰ εἰς 'κη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυκή δὲ τὸ ἐπιθετικόν »γλαυκὴ δέ ς´ ἔτικτε θάλασσα« (Il. Π 34). λεύκη τὸ προσηγορικὸν καὶ Λεύκη κύριον, λευκή δὲ τὸ ἐπίθετον καὶ Λευκή νῆσος ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθ´ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ( 7 p. 319) ἑνικῶς λέγει Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντ´ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. Τὰ εἰς 'κη' ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ 'ο' παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔστι δὲ τοῦτο σημειῶδες. τὰ γὰρ εἰς 'κη' λήγοντα θηλυκὰ δισύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλους τὸ 'ι', ἢ συνεσταλμένον ἔχει αὐτὸ ἢ ἐκτεταμένον καὶ τότε μὲν συνεσταλμένον ὁπότε σύμφωνον ὁρᾶται πρὸ τοῦ 'κ' καταλῆγον, τότε δὲ ἐκτεταμένον, ὁπότε οὐχ οὕτως ἔχει οἷον Κίρκη, Δίρκη, Τρίκκη. συνέσταλται δὲ τούτων τὸ 'ι', ἐπεὶ σύμφωνον ἦν πρὸ τοῦ 'κ'. τοῦ δὲ ἑτέρου νίκη, φρίκη. λείπει ἄρα ἡ δίκη ἢ χρόνῳ ἢ συμφώνῳ. Λύκη κύριον, κάκη ἡ κάκωσις.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 181 (22.5%) word LCS 41 (24.7%)
Show overlap highlight
ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή. Τὰ εἰς 'κη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ π…
Ἀγάθη, πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ´ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ …
char LCS 71 (18.1%) word LCS 13 (15.1%)
Show overlap highlight
…αὶ Λευκή νῆσος ἐπιθετικώτερον τεταγμένη. πεύκη. ἔστι καὶ νῆσος ἐν τῷ Ἴστρῳ, νίκη, φρίκη, βήκη, θήκη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθ´ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκ…
Θρᾴκη, [ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος, ἢ] ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, ἀφ´ ἧς καὶ Κρόνου Δόλογκος. ἔστι δὲ ἡ Θρᾴκη χώρα, ἣ Πέρκη ἐκαλεῖτο καὶ Ἀρία τὸ ἐθνικὸν Θρᾷξ καὶ Θρᾷσσα. καὶ Θρᾷττα ἀττικῶς, καὶ ἡ ἀπὸ Θρᾴκης δούλη καὶ εἶδος ἰχθύος καὶ ὀρνέου. τὸ θηλυκὸν Θρᾳκία ἀπὸ τοῦ Θρᾴκιος καὶ Θρᾴκ…
char LCS 67 (11.0%) word LCS 12 (10.2%)
Show overlap highlight
…οῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ( 7 p. 319) ἑνικῶς λέγει Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντ´ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. Τὰ εἰς 'κη' ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ 'ο' παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ …
…ς « ους » Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σελινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθουσα.] οὐδὲν τῶν τοιούτων εἰς « ις » λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. [φησὶν ἕνα τῶν Τιτάνων Συκέα διωκόμενον τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν τοῦτο.] ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος, ὡς Θηβαῖος Θηβαΐτης.
char LCS 25 (18.8%) word LCS 5 (20.0%)
Show overlap highlight
…κη, φώκη· ἔστι καὶ Φώκη Ἰωνικὴ πόλις, ἣ καὶ Φώκαια. Θρᾴκη χώρα ἀπὸ Θρᾳκὸς βασιλέως τοῦ πάλαι ἐν αὐτοῖς τελευτήσαντος ἢ ἀπὸ Θρᾴκης νύμφης Τιτανίδος, μεθ´ ἧς καὶ Σαμοθρᾴκη νῆσος πρὸς τῇ Θρᾴκῃ συνθέτως ἐκ τοῦ Θρᾳκία Σάμος. τὸ δὲ μυκή ὀξύνεται σημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστ…
Σαμοθρᾴκη, νῆσος πρὸς τῇ Θρᾴκῃ, πόλιν ὁμώνυμον ἔχουσα. ἐκλήθη δὲ ἀπὸ τῶν Σαμίων καὶ τῶν Θρᾳκῶν. ἐκαλεῖτο δὲ πρότερον Δαρδανία· τὸ ἐθνικὸν Σαμοθρᾴξ καὶ Σαμοθρᾴκιος.
char LCS 18 (10.4%) word LCS 5 (14.7%)
Show overlap highlight
…ς δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή. Τὰ εἰς…
Ἀβίλη, πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. ἔστι δὲ καὶ ἄλλη πόλις Φοινίκης Ἄβιλα, ἐξ ἧς ἦν Διογένης ὁ διασημότατος σοφιστής. οὐδετέρως δὲ αὕτη ἡ πόλις Ἄβιλα. τὸ ἐθνικὸν Ἀβιληνός, ὡς Γέβαλα Γεβαληνός, Ἀρίνδηλα Ἀρινδηληνός.