Prosodia Catholica (Herodian)

Passage 1.314
← Index
1.314
No summary yet
τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς 'κη' λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς 'κη' δισύλλαβα πρὸ τοῦ 'κ' σύμφωνον ἔχοντα μὴ τὸ 'λ' βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλις Θεσσαλίας ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας ( 1, 22). Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις Λιβύης »μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη«. ἔστι καὶ νῆσος. Θουκυδίδης ὀγδόῃ (c. 44) »ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον«. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν ...... καὶ τρίτῳ »ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας«. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα τῷ 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων »Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 136 (42.2%) word LCS 22 (38.6%)
Show overlap highlight
…ς »μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη«. ἔστι καὶ νῆσος. Θουκυδίδης ὀγδόῃ (c. 44) »ἀπέπλευσαν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον«. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν καλεῖ. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι. Θεόπομπος πρώτῳ Φιλιππικῶν ...... καὶ τρίτῳ »ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας«. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα τῷ 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστ…
Χάλκη, πόλις Λιβύης. “μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη”. [ἔστι καὶ νῆσος.] Θουκυδίδης ὀγδόῃ “ἀπέπλευσεν εἰς Χάλκην, ἐντεῦθεν δ´ εἰς Σάμον”. Θεόφραστος δὲ Χαλκίαν αὐτὴν λέγει. ἔστι καὶ ἄλλη Χάλκη Λαρισαίας πόλις. λέγεται καὶ πληθυντικῶς Χάλκαι· Θεόπομπος πρώτῳ Φιλιππικῶν ... καὶ τρίτῳ “ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας”. βαρύνεται, ὡς Ἡρωδιανός φησι. τὸ ἐθνικὸν Χαλκαῖος καὶ Χαλκίτης.
char LCS 61 (14.5%) word LCS 10 (12.5%)
Show overlap highlight
… 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων »Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς,
Ἀρτάκη, πόλις Φρυγίας, ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι καὶ Τιμοσθένης λέγων “Ἀρτάκη τοῦτο μὲν ὄρος ἐστὶ τῆς Κυζικηνῆς, τοῦτο δὲ νησίον [ἐστὶν] ἀπὸ γῆς ἀπέχον στάδιον· κατὰ τοῦτο λιμὴν ὑπάρχει βαθὺς ναυσὶν ὀκτὼ ὑπὸ τῷ ἀγκῶνι ὃν ποιεῖ τὸ ὄρος ἔχεσθαι τοῦ αἰγιαλοῦ”. τὸ ἐθνικὸν Ἀρ…
char LCS 50 (40.7%) word LCS 10 (47.6%)
Show overlap highlight
τὸ μέντοι ἀκή ἡ ἡσυχία ὀξύνεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς 'κη' λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς 'κη' δισύλλαβα πρὸ τοῦ 'κ…
Πτολεμαΐς, πόλις Φοινίκης. ἐκαλεῖτο δὲ πρότερον Ἀκή ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. ὁ πολίτης Πτολεμαΐτης καὶ Πτολεμαιεύς.
char LCS 48 (72.7%) word LCS 8 (72.7%)
Show overlap highlight
…ἐκ συναιρέσεως. Τὰ εἰς 'κη' δισύλλαβα πρὸ τοῦ 'κ' σύμφωνον ἔχοντα μὴ τὸ 'λ' βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ δειλία, λόκκη ἡ χλαμύς, κρόκκη ἡ παράλιος ψηφίς. Τρίκκη πόλις Θεσσαλίας ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. Δίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκη…
Τρίκκη, πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης τῆς Πηνειοῦ θυγατρός. τὸ ἐθνικὸν Τρικκαῖος.
char LCS 45 (5.5%) word LCS 9 (5.8%)
Show overlap highlight
…νεται πρὸς ἀντιδιαστολὴν κυρίου. ἔστι δὲ Ἄκη πόλις Φοινίκης ἡ ὕστερον Πτολεμαΐς. ἐκαλεῖτο δὲ Ἄκη ἀπὸ τῆς ἰάσεως τοῦ γενομένου δήγματος Ἡρακλεῖ ὑπὸ ὄφεως. τὰ δὲ εἰς 'κη' λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται, Πλάκη πόλις Ἑλλησποντία. τὸ δὲ φακῆ περισπᾶται ἐκ συναιρέσεως. Τὰ εἰς 'κη' δισύλλαβα πρὸ τοῦ 'κ' σύμφωνον ἔχοντα μὴ τὸ 'λ' βαρύνεται, κάκκη κόπρος, κάκη δὲ ἡ …
Ἄκη, πόλις Φοινίκης. τὰ εἰς « κη » λήγοντα δισύλλαβα ἐπὶ πόλεων ἢ χωρῶν βαρύνεται. αὕτη δὲ Πτολεμαΐς ἐκαλεῖτο. Κοιλοσυρίτας δ´ αὐτοὺς ὠνόμαζον. Κλαύδιος δὲ Ἰούλιος ἐν πρώτῃ Φοινικικῶν φησὶν ὅτι ἐκλήθη ἀπὸ Ἡρακλέους “χαλεπωτάτῳ γὰρ ὑπὸ Εὐρυσθέως ἐπιταγεὶς ἄθλῳ, περισχεθεὶς τῷ τῆς Λερναίας ὕδρας ἰῷ, το…
char LCS 40 (28.2%) word LCS 8 (28.6%)
Show overlap highlight
…»ἔτι συνεπολέμησεν ὡρμημένος ἐκ Χαλκῶν τῆς Λαρισαίας«. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα τῷ 'α' παραληγόμενα εἴτε κύρια εἴτε προσηγορικὰ βαρύνεται, εἰ μὴ εἴη ῥηματικά, Ἰθάκη νῆσος πρὸς τῇ Κεφαλληνίᾳ ἀπὸ Ἰθάκου ἥρωος. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. Ἀρτάκη πόλις Φρυγίας ἄποικος Μιλησίων. Δημήτριος δὲ νησίον εἶναί φησι κατὰ Τιμοσθένην λέγων »Ἀρτάκη, τοῦτο μὲν ὄρος ἐστὶ τῆς…
Ἰθάκη, νῆσος πρὸς τῇ Κεφαλληνίᾳ, ἀπὸ Ἰθάκου [ἥρωος], ἀφ´ ἧς Ὀδυσσεύς. ἔστι καὶ Συρίας ὑπὸ τὸν Εὐφράτην. τὸ ἐθνικὸν Ἰθακήσιος καὶ Ἰθακησία καὶ “Ἴθακος Ὀδυσσεύς” ὁμοφώνως τῷ οἰκιστῇ.
char LCS 39 (43.3%) word LCS 6 (37.5%)
Show overlap highlight
…ίρκη, Κίρκη, νάρκη, Βάρκη πόλις Λιβύης ἥτις καὶ Πτολεμαΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας ( 1, 22). Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. …
Ἄρκη, πόλις Φοινίκης, ἡ νῦν Ἄρκαι καλουμένη. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας. τὸ ἐθνικὸν Ἀρκαῖος.
char LCS 38 (58.5%) word LCS 8 (66.7%)
Show overlap highlight
…ΐς. λέγεται καὶ Βάρκαια. ἄσκη ἡ ἄσκησις. πέρκη εἶδος ἰχθύος, ἣ καὶ Θρᾷττα ἐκαλεῖτο. Ἄρκη πόλις Φοινίκης. Ἰώσηπος ἐν πέμπτῳ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας ( 1, 22). Θρίγκη πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ δὲ ὁλκή καὶ ἀλκή ὀξύνονται, ὡς ἔχοντα τὸ λάμβδα. τὸ δὲ Χάλκη πρὸς ἀντιδιαστολὴν τοῦ χαλκῆ βαρύνεται. ἔστι δὲ πόλις Λιβύης »μετὰ δ´ αὐτὴν πόλις Φοινίκων Χάλκη«.…
Θρίγκη, πόλις περὶ τὰς στήλας. Ἑκαταῖος Ἀσίᾳ. τὸ ἐθνικὸν Θριγκαῖος ὡς Τρικκαῖος.