δὲ ὁ Ταρραῖος περὶ Θεσσαλονίκης βιβλίον ἔγραψεν, ὅς φησιν ὅτι Φίλιππος θεασάμενος κόρην εὐπρεπῆ καὶ εὐγενῆ (Ἰάσονος γὰρ ἦν ἀδελφιδῆ) ἔγημε καὶ τεκοῦσα τῇ εἰκοστῇ ἡμέρᾳ τῆς λοχείας τέθνηκεν. ἀναλαβὼν οὖν ὁ Φίλιππος τὸ παιδίον ἔδωκε Νίκῃ τρέφειν καὶ ἐκάλεσε Θεσσαλονίκην· ἡ γὰρ μήτηρ τοῦ παιδίου Νικασίπολις ἐκέκλητο. Στράβων δὲ Θεσσαλονίκειαν αὐτήν φησι ( 7 p. 323). ἐρίκη εἶδος φυτοῦ. φερίκη εἶδος δένδρου, ἃ διὰ τοῦ 'ι' ἐκτεταμένου γράφονται, τὸ δὲ Εὐνείκη ὄνομα μιᾶς τῶν Νηρηΐδων διὰ τῆς 'ει' καὶ τὸ νείκη ἡ φιλονεικία ἐκ τοῦ νεῖκος. τὸ δὲ Παλική πόλις Σικελίας ὡς κτητικὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐσσω ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. καὶ τὰ ἔχοντα 'σ' πρὸ τοῦ 'κ' παροξύνεται, λεκανίσκη, παρθενίσκη, θυΐσκη, παιδίσκη, στεφανίσκη. Τριποδίσκη κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκος. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'υ' βαρύνεται, Καλύκη κύριον ἀπὸ τῆς κάλυκος γενικῆς, σαμβύκη εἶδος ὀργάνου, Ἰτύκη πόλις Λιβύης. Ἐρύκη Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ναρύκη πόλις Λοκρίδος, ἣ καὶ Νᾶρυξ, Βεβρύκη, ἀφ´ ἧς κατά τινας Βέβρυξ τὸ ἔθνος ἐν Ἀσίᾳ. ζαμβύκη, ἰαμβύκη, καρύκκη εἶδος βρώματος ἐκ πολλῶν ἐδεσμάτων συνεστὸς διὰ δισσοῦ τοῦ 'κ'. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'ω' ὀξύνεται, ἀκωκή, ἰωκή ἡ δίωξις. τὸ δὲ Ἐώκη βαρύνεται. ἔστι δὲ ὄνομα πόλεως. Τὰ εἰς 'λη' μετ´ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ παραλήγοιτο 'ο' ἐν προσηγορικοῖς, βαρύνεται. Ζάγκλη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. οἱ μὲν ἀπὸ Ζάγκλου τοῦ γηγενοῦς ἢ ἀπὸ κρήνης Ζάγκλης. οἱ δὲ διὰ τὸ ἐκεῖ Κρόνον τὸ δρέπανον ἀποκρύψαι, ᾧ τὰ τοῦ πατρὸς ἀπέκοψεν
Pending translation