Toponyms and words ending in -λη; Sicilian and Greek examples, accentuation and phonological notes
αἰδοῖα. Νίκανδρος ἐν τῷ ηʹ Σικελίας »καί τις καὶ Ζάγκλης ἐδάη Δρεπανηΐδος ἄστυ«. τὸ γὰρ δρέπανον οἱ Σικελοὶ ζάγκλον καλοῦσι. αἴγλη· οὕτως δὲ πρότερον ἐκαλεῖτο Σύμη νῆσος Καρική. σίγλη τὸ ἐνώτιον, ζεύγλη, ὅπερ παρὰ τοῖς ἀρχαίοις κατὰ ποιητικὴν ἐξουσίαν συνέστειλε τὸ 'η' εἰς 'α' ζεῦγλα. φύτλη, τρώγλη. Ὕβλη πόλις ἐν Σικελίᾳ ἡ ὕστερον Μέγαρα ἀπὸ Ὕβλωνος βασιλέως. εἰσὶ δὲ τρεῖς πόλεις Σικελίας Ὕβλαι. ἔστι καὶ πόλις Ἰταλίας. κίχλη, χύτλη, τρίγλη, στρέβλη, ὃ παραλόγως στρέβλα γραφὲν ὑπό τινων διορθωτέον, ὁμίχλη, γενέθλη. Ἀμύκλαι πόλις Λακωνικὴ τῶν ἑκατὸν πόλεων, ἣν Ἀμύκλας ὁ Λακεδαίμονος υἱὸς ἔκτισεν. Μόκλη κώμη Φρυγίας. Πρόκλη πόλις Λυδίας. τὸ μέντοι ὁμοκλή καὶ ὁπλή προσηγορικά εἰσι καὶ παραλήγουσιν 'ο', καὶ τὸ κεβλή ἀπὸ τοῦ κεφαλή γέγονε. Τὰ εἰς 'λη' μονογενῆ δισύλλαβα ἑτέρῳ 'λ' παραληγόμενα βαρύνεται, Ἕλλη, πέλλη, Ὕλλη πόλις. τὸ δὲ κυλλή τριγενές. Τὰ εἰς 'λη' μονογενῆ δισύλλαβα παραληγόμενα τῷ 'α' ἢ 'ε' βαρύνεται, ἀσυνάλειπτα ὄντα, πάλη, σάλη ἡ φροντίς, ὅθεν ἀσαλής ὁ ἀμέριμνος. Αἰσχύλος »ἀσαλὴς μανία« καὶ ἀσαλίαν Σώφρων τὴν ἀμεριμνίαν καὶ ἀλογιστίαν καλεῖ. ζάλη, ἄλη ἡ πλάνη, ἕλη, Ζέλη πόλις Τρῳάδος ἣ καὶ Ζέλεια. Πέλη πόλις Θεσσαλικὴ διττή, μία μὲν ὑπὸ Εὐρυπύλῳ, ἑτέρα δὲ ὑπὸ Ἀχιλλεῖ, καὶ ἀπὸ τοῦ Πέλη Πέλεια. Ἁλή δὲ πόλις πρόσχωρος τῇ Ἀργείᾳ καὶ Ἁλαί Ἀραφηνίδες καὶ Ἁλαί Αἰξωνίδες, δῆμοι τῆς Ἀττικῆς ὀξυτόνως. ἔστι δὲ καὶ λίμνη ἐκ θαλάσσης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5). καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'ηλη' δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη μικρὰ νῆσος, μεθ´ ὧν καὶ ἴλη ἄθροισις, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα.
Pending translation