Prosodia Catholica (Herodian)

Passage 1.319
← Index
1.319
No summary yet
Τὰ εἰς 'λη' δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ 'υ' ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις »χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον« (Il. Ε 138). λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές »οὐλὴν μὲν πρῶτον« (Od. ω 331). τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος· καὶ τὸ »ἑτέρῃ δ´ ἔχεν οὔλας« (Od. γ 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον—κύριον, καὶ τὸ δούλη τριγενές. Τὰ εἰς 'λη' δισύλλαβα παραληγόμενα τῇ 'ει' ἢ τῷ 'ι' βαρύνεται, εἴλη ἡ θερμασία κατὰ πλεονασμὸν τοῦ 'ι' παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυμολογεῖται παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ δεέλη. τὸ δὲ δειλή τριγενές. σεσημείωται τὸ σμιλή τὸ σμιλίον ὀξυνόμενον. * Τὰ εἰς 'λη' λήγοντα θηλυκὰ μονογενῆ τῷ 'υ' παραληγόμενα βαρύνεσθαι θέλει· τύλη, ὅπερ σύνηθες Ἀττικοῖς κνέφαλλον καλεῖν, ὁμωνύμως τῷ περιεχομένῳ τὴν περιέχουσαν. Ἀριστοφάνης Ἀμφιάρεῳ καὶ νὴ Δί´ ἐκ τοῦ δωματίου γε νῷν φέρε κνέφαλλον ἅμα καὶ προσκεφάλαιον τῶν λινῶν. ὠνομάσθη δὲ ἀπὸ τοῦ κνάφου, ἥτις σημαίνει ἀκανθώδη ὕλην, ᾗ περιπεταννύντες τὰς ἐσθῆτας ἐξέθλιβον τὸ πλεονάζον τοῦ περὶ τὰς ἐσθῆτας χνοῦ, ᾧ καὶ πρὸς τὰς τύλας ἐχρῶντο, ὥσπερ καὶ νῦν. μέμνηται δὲ αὐτοῦ τοῦ ἐμβαλλομένου Πλάτων ὁ κωμικὸς ἐν Πεισάνδρῳ ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος. ὥστε καὶ ἀντίθεσις ἐγένετο τοῦ 'α' εἰς 'ε'· ἐπεὶ παρὰ τὸ κνάφος ἐγένετο. εἰσὶ μέντοι οἳ καὶ διὰ τοῦ 'γ' γράφουσιν. ἔν τισιν ἐν Μαλθακοῖς Κρατίνου παρεφύλαξε Σύμμαχος.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 140 (80.5%) word LCS 28 (80.0%)
Show overlap highlight
…ος καὶ ὁ οὐλότριχος· καὶ τὸ »ἑτέρῃ δ´ ἔχεν οὔλας« (Od. γ  441), λέγω δὲ ἐπὶ τῶν κριθῶν ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. τὸ δὲ Θούλη νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον—κύριον, καὶ τὸ δούλη τριγενές. Τὰ εἰς 'λη' δισύλλαβα παραληγόμενα τῇ 'ει' ἢ τῷ 'ι' βαρύνεται, εἴλη ἡ θερμασία κατὰ πλεονασμὸν τοῦ 'ι' παρὰ τὸ ἕλη, δείλη, ὃ ἐτυ…
Θούλη, νῆσος μεγάλη ἐν τῷ ὠκεανῷ ὑπὸ τὰ Ὑπερβόρεια μέρη, ἔνθα τὴν θερινὴν ἡμέραν ὡρῶν εἴκοσιν ὁ ἥλιος ἰσημερινῶν ποιεῖ, τὴν δὲ νύκτα τεσσάρων, τὰς δὲ χειμερινὰς τοὐναντίον. τὸ ἐθνικὸν Θουλαῖος, ἴσως δὲ καὶ Θουλίτης.
char LCS 43 (11.6%) word LCS 7 (8.9%)
Show overlap highlight
…παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ 'υ' ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις »χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον« (Il. Ε  138). λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές »οὐλὴν μὲν πρῶτον« (Od. ω  331). τὸ γὰρ οὖλος οὔλη βαρύνεται ὁ ὀλέθριος καὶ ὁ οὐλότριχος· καὶ τὸ »ἑτέρῃ δ´ ἔχ…
Αὐλαί, ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. οἱ οἰκοῦντες Αὐλεῶται πρὸς τῶν ἐπιχωρίων ὀνομάζονται. τῶν δὲ εἰς « αι » οὐκ ἔστιν ὁ διὰ τοῦ « ωτης » τύπος, ἀλλ´ ἔοικεν ὡς ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτης Ῥαφεῶται. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. εἰ δ´ ἑνικῶς ἐλέγετο Αὐλή, ὤφ…
char LCS 38 (13.9%) word LCS 8 (14.8%)
Show overlap highlight
Τὰ εἰς 'λη' δισύλλαβα μὴ κύρια παραληγόμενα διφθόγγῳ τῇ διὰ τοῦ 'υ' ὀξύνεται, βουλή, εὐλή ὁ σκώληξ, αὐλή ἡ ἔπαυλις »χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον« (Il. Ε  138). λέγεται καὶ αὖλις. εἰσὶ καὶ Αὐλαί ἐπίνειον Κιλίκων μεταξὺ Ταρσοῦ καὶ Ἀγχιάλης. εἰσὶν Αὐλαί καὶ Λυκίας χωρίον. οὐλή τὸ μονογενές »οὐλὴν μὲν πρῶτο…
Αὐλή, ἡ ἔπαυλις “χραύσῃ μέν τ´ αὐλῆς ὑπεράλμενον”. λέγεται καὶ αὖλις, καὶ σύνθετον δύσαυλις, ὁ οἰκήτωρ αὐλίτης, αἱ δ´ ἐν τοῖς ἀγροῖς οἰκήσεις αὔλια, καὶ οἱ ἀπόκοιτοι τούτων θύραυλοι. λέγεται καὶ αὔλιος ὁ ἑσπέριος ἀστὴρ παρὰ τὸ ποιεῖν ἡμᾶς αὐλίζεσθαι. καὶ αὔλιον ἄντρον…