Greek passage on accentuation and vowel changes in nouns ending in -λη, -ηλη, -ιλη with many examples and place-names (Σεμέλη, Κυβέλη, various cities), and discussion of prosody and stress patterns.
ἄλλοι δὲ ἀμυγδαλάς ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν καρπὸν βαρέως, ἀμυγδαλῆ δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τούτου περισπωμένου. Τὰ διὰ τοῦ 'ελη' μονογενῆ ὑπερδισύλλαβα παροξύνεται, Σεμέλη, ἀγέλη, κυψέλη ὁ ῥύπος τῶν ὤτων καὶ τὸ ἀγγεῖον τῶν κηρίων. θυμέλη, ἀγέλη, μακέλη. Κυβέλη πόλις Φοινίκης. λέγεται δὲ καὶ ἡ Ῥέα Κυβέλη ἀπὸ Κυβέλων ὄρους ἱεροῦ. Ὑβέλη πόλις περὶ Καρχηδόνα. Ἑκαταῖος Ἀσίᾳ. Μαστραμέλη πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος. Ἀρβέλη πόλις Σικελίας. εἰ δέ τι ὀξύνεται, τὴν πρώτην συλλαβὴν φύσει ἢ θέσει μακρὰν ἔχει, πιμελή τὸ λίπος καὶ Ἀγγελή δῆμος τῆς Πανδιονίδος φυλῆς καὶ Πεντελή δῆμος Ἀντιοχίδος φυλῆς ὀξύνεται. Τὰ διὰ τοῦ 'ηλη' ὑπερδισύλλαβα βαρύνεται, ἀνθήλη καὶ Ἀνθήλη πόλις. Ἡρόδοτος ἑβδόμῃ (c. 200) »κώμη Ἀνθήλη«. καὶ Ἀνθήνη ἐκλήθη. Γαβήλη πόλις Φοινίκης, κωβήλη ἡ συνουσία. Κανθήλη πόλις Λιβυφοινίκων. Ἑκαταῖος Ἀσίᾳ. Σιδήλη πόλις Ἰωνίας. Ἑκαταῖος Ἀσίᾳ, καπήλη, ξυήλη, κιχήλη, Στυμφήλη, ὁπήλη, βαρβήλη. τὸ δὲ γαμφηλή ὀξύνεται καὶ τὸ θυηλή ἡ θυσία. Τὰ εἰς 'ιλη' ὑπερδισύλλαβα βαρύνεται, παστίλη ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ, σπατίλη τὸ ἀπόξυσμα τῶν δερμάτων, μαρίλη ἡ κόνις, μυστίλη ὁ κοῖλος ἄρτος, πραδίλη, βασίλη ἡ βασιλίς· Ἀβίλη πόλις ἐπὶ τῷ Ἰορδάνῃ ποταμῷ. Πενθίλη πόλις Λέσβου ἀπὸ Πενθίλου, Τρεμίλη. οὕτως ἐκαλεῖτο ἡ Λυκία ἀπὸ Τρεμίλου. τὸ μέντοι ὠτειλή— γέγονε δὲ ἀπὸ τοῦ οὐτήσω οὐτηλή τροπῇ τῆς 'ου' διφθόγγου εἰς 'ω' καὶ τοῦ 'η' εἰς τὴν 'ει' δίφθογγον Βοιωτιακῶς ὡς πένης πένεις. λέγεται δὲ
Pending translation