τὸ δὲ Ἀγρυλή δῆμος Ἀθήνησι τῆς Ἐρεχθηΐδος φυλῆς γράφεται καὶ μετὰ τοῦ 'α' Ἀγραυλή ἀπὸ Ἀγραύλου τῆς Κέκροπος θυγατρός. ἔστι δὲ καὶ πόλις Ἀθηναίων ἄποικος ἐν Σαρδοῖ ἀπὸ τοῦ δήμου κληθεῖσα Ἀγρυλή. Τὰ εἰς 'ωλη' ὑπερδισύλλαβα ὀξύνεται, παυσωλή, τερπωλή, εὐχωλή, ἀδμωλή ἡ ἄγνοια, θερμωλή, γαμψωλή, χαριτωλή, μεμφωλή, θεραπωλή. τὸ δὲ ἐριώλη ἡ μεγάλη πνοή ἀπὸ τοῦ ἐρί καὶ τοῦ ἄω τὸ πνέω βαρύνεται. ὡσαύτως καὶ Ῥακώλη χωρίον, ὅθεν αἱ γέρανοι ὁρμῶσι, οἱ δὲ Πυγμαῖοι κατῴκουν ἐν Καττούζᾳ, πόλει Θρᾴκης. Τὰ εἰς 'μη' λήγοντα προσηγορικὰ ἔχοντα κατ´ ἐπιπλοκὴν σύμφωνον μὴ δασὺ ἔχον ἐν τῇ ἀρχῇ, ὀξύνεται, δεσμή, δυσμή, πυγμή, νυγμή, ξυσμή, αἰχμή, ὀχμή, δυθμή, μεθ´ ὧν καὶ ἐφετμή καὶ ἀϋτμή, τὸ δὲ ἴθμη, στάθμη, λόχμη βαρύνεται. καὶ τὸ δόχμη Τρύφων ὡς ὄχθη καὶ στάθμη βαρύνει, Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ »οὔτοι ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά«. ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄχνη. τὸ δὲ Μέδμη κόρη τις, ἀφ´ ἧς πόλις Ἰταλίας καὶ κρήνη ὁμώνυμος, Ἑκαταῖος Εὐρώπῃ, κύριόν ἐστι, μεθ´ οὗ καὶ Ἀλύχμη τρισύλλαβον, ἐν ᾗ τιμᾶται Ἀλύχμιος Ἑρμῆς. τὸ μέντοι χάσμη βαρύνεται δασὺ ἔχον τὸ σύμφωνον. Τὰ εἰς 'μη' ἔχοντα σύμφωνον κατὰ διάστασιν βαρύνεται, τόλμη, ἅλμη, χάρμη, σκάλμη, θέρμη. ἔστι καὶ πόλις Θρᾴκης. Ἀπολλόδωρος δὲ Μακεδονίας φησὶ καὶ Θουκυδίδης ( 1, 61). Γέρμη πόλις Ἀσίας. Μάρμη πόλις Φοινίκης, Πάρμη πόλις Ἰταλίας. σεσημείωται τὸ ὁρμή καὶ τὸ γραμμή ὀξυνόμενα. Τὰ διὰ τοῦ 'αμη' εἴτε δισύλλαβα εἴτε ὑπερδισύλλαβα μονογενῆ βαρύνεται,
Pending translation