Prosodia Catholica (Herodian)

Passage 1.326
← Index
1.326
No summary yet
ἑβδόμῳ. Κύμη πόλις Αἰολίδος πρὸ τῆς Λέσβου ἀπὸ Κύμης Ἀμαζόνος· ἔστι καὶ ἑτέρα Ἰταλίας. τρίτη τῆς Ἠλείας. τετάρτη Παμφυλίας. Δύμη πόλις Ἀχαΐας ἐσχάτη πρὸς δύσιν, ὅθεν καὶ Καλλίμαχος ἐν ἐπιγράμμασιν «εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν». λέγεται καὶ πληθυντικῶς ὡς Ἀπολλόδωρος «τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ (p. 834). σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. * Τὰ εἰς 'μη' ὑπερδισύλλαβα 'υ' παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ 304) ἔφη «τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί, ὀξυτόνως. Δινδρύμη πόλις Μακεδονίας. Τὰ εἰς 'νη' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ 'α'. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 83 (56.8%) word LCS 13 (52.0%)
Show overlap highlight
…νας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ 'α'. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως
Λίμναι, πόλις ἐν Ἑλλησπόντῳ περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος τῆς Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος “Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς”.
char LCS 69 (29.6%) word LCS 11 (22.9%)
Show overlap highlight
…ς Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δὲ ἄλλην φησὶ διὰ τοῦ 'α'. ἔστι καὶ ἑτέρα ἑῴα πόλις. λίμνη καὶ Λίμναι πόλις ἐν Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμεν…
Ἴχναι, πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ. Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ´ ἄλλην φησὶ διὰ τοῦ « α ». τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. διωκομένη γὰρ ὑπὸ τοῦ Διὸς κατελήφθη ἐν τοῖς τῶν Ἰχναίων τόποις, καὶ ἀπὸ τοῦ διωχθῆναι κατ´ ἴχνος ὠνομάσθη. ἔστι καὶ ἑτέρα τῆς ἀνατολικῆς πόλις.
char LCS 67 (44.4%) word LCS 13 (46.4%)
Show overlap highlight
…υδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ  304) ἔφη «τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί, ὀξυτόνως. Δινδρύμη πόλις Μακεδονίας. Τὰ εἰς 'νη' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλι…
Διδύμη, μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ὁ πολίτης Διδυμαῖος. ἔστι καὶ κώμη Κιλικίας Διδυμαί ὀξυτόνως. Ἀρτεμίδωρος δὲ δύο νησίδια Δίδυμά φησι.
char LCS 55 (15.7%) word LCS 11 (16.9%)
Show overlap highlight
…σαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. ὄρφνη ἡ νύξ. Ἴγνη πόλις πλησίον Πριάπου. Ἴχναι πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ (c. 123). Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησ…
Δάφνη, προάστειον ἐπισημότατον τῆς ἕω Ἀντιοχείας μητροπόλεως. τὸ ἐθνικὸν Δαφνίτης, καὶ Δαφνιτικός κτητικόν. ἔστι καὶ ἄλλη Δάφνη, Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου. ὅτι παρὰ τῶν ἐκεῖ πολλῶν φυομένων δαφνῶν. οἱ οἰκοῦντες Δαφναῖοι. ἔστι καὶ λιμὴν Δάφνη μαινομένη ἐν τῷ στόματι τοῦ Πόντου ἐν δεξιᾷ ἀναπλέοντι. ἔστι καὶ προάστειον Δάφνη ἐν τῷ στόματι τοῦ Πόντου, ἐν ἀριστερᾷ ἐπὶ τὸν Ἀνάπ…
char LCS 43 (53.8%) word LCS 8 (53.3%)
Show overlap highlight
…νως. Δινδρύμη πόλις Μακεδονίας. Τὰ εἰς 'νη' μονογενῆ μετ´ ἐπιπλοκῆς συμφώνου βαρύνεται, πάχνη, λάχνη, ἄχνη καὶ Ἄχναι πόλις Θεσσαλίας. ἔστι καὶ Βοιωτίας, τέχνη, Αἴτνη πόλις Σικελίας ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ..... φάτνη, δάφνη καὶ Δάφνη προάστιον ἐπισημότατον τῆς ἑῴας Ἀντιοχείας. ἔστι καὶ ἄλλη Δάφνη Λυκίας χωρίον. ἔστι καὶ ἄλλη πλησίον Πηλουσίου παρὰ τῶν ἐκεῖ πολλῶ…
Αἴτνη, πόλις Σικελίας, ἀπὸ Κατάνης, Ἱέρωνος κτίσμα, ὡς ... ὁ οἰκήτωρ Αἰτναῖος. ἐκαλεῖτο δὲ πρὶν Ἴνησσον.
char LCS 38 (43.2%) word LCS 5 (33.3%)
Show overlap highlight
…Λιβύης. Στράβων ιζʹ (p. 834). σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. * Τὰ εἰς 'μη' ὑπερδισύλλαβα 'υ' παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ  304) ἔφη «τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν…
Οἰσύμη, πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ. ἡ νῦν Ἠμαθία· τὸ ἐθνικὸν Οἰσυμαῖος. ταύτην Αἰσύμην Ὅμηρος ἔφη.
char LCS 33 (37.9%) word LCS 7 (41.2%)
Show overlap highlight
…αρύνεται. * Τὰ εἰς 'μη' ὑπερδισύλλαβα 'υ' παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδονίας. Θουκυδίδης τετάρτῃ (c. 107). ταύτην Αἰσύμην Ὅμηρος (Il. Θ  304) ἔφη «τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ». Ἠδύμη πόλις Καρίας. Ἰδύμη πόλις Καρίας ἡ καὶ Ἴδυμα. Διδύμη μία τῶν Αἰόλου νήσων ἀπὸ τοῦ σχήματος ὀνομασθεῖσα. ἔστι καὶ πόλις Λίβυσσα. ἔστι καὶ κώμη Κιλικίας …
Αἰσύμη, πόλις Θρᾴκης. Ὅμηρος “τόν ῥ´ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ”. τὸ ἐθνικὸν Αἰσυμαῖος, ὡς Δύμη Δυμαῖος.
char LCS 32 (42.7%) word LCS 5 (38.5%)
Show overlap highlight
… Ἑλλησπόντῳ, περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ. καὶ ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως
Ὄννη, ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. Μαρκιανὸς ἐν περίπλῳ. τὸ ἐθνικὸν Ὀνναῖος ὡς Ἐνναῖος.
char LCS 25 (41.7%) word LCS 5 (45.5%)
Show overlap highlight
…λλίμαχος ἐν ἐπιγράμμασιν «εἰς Δύμην ἀπιόντα τὴν Ἀχαιῶν». λέγεται καὶ πληθυντικῶς ὡς Ἀπολλόδωρος «τούτων ἀπέχουσα σταδίους ρκʹ ἐσχάτη, κεῖται πρὸς δύσιν Δῦμαι». Δρύμη πόλις Λιβύης. Στράβων ιζʹ (p. 834). σεσημείωται τὸ τιμή προσηγορικὸν ὀξυνόμενον. Τίμη δὲ τὸ κύριον βαρύνεται. * Τὰ εἰς 'μη' ὑπερδισύλλαβα 'υ' παραληγόμενα βαρύνεται, Οἰσύμη πόλις Μακεδ…
Δρύμη, πόλις Λιβύης, Στράβων ιζʹ. ὁ πολίτης Δρυμαῖος ὡς Βαρκαῖος Κυρηναῖος.
char LCS 24 (23.1%) word LCS 5 (27.8%)
Show overlap highlight
… ἕτερος τόπος Ἀττικῆς Λίμναι καλούμενος, ἔνθα ὁ Διόνυσος ἐτιμᾶτο. Καλλίμαχος «Λιμναίῳ δὲ χοροστάδας ἦγον ἑορτάς». Ὄννη ἐμπόριον τῆς εὐδαίμονος Ἀραβίας. ποίμνη. Βάτναι πόλις τῆς Ὀσροήνης. τὸ δὲ ψεδνός ψεδνή τριγενές. τὸ δὲ πρυμνή ἐπίθετον, ὅταν δὲ ἰδίως
Βάτναι, πόλις τῆς Ὀσροηνῆς. τὸ ἐθνικὸν Βατναῖος, [καὶ] διὰ τὸν χαρακτῆρα [Βατνηνός], ὡς Ἐδεσσαῖος [Ἐδεσσηνός] καὶ Καρραῖος [Καρρηνός].