Prosodia Catholica (Herodian)

Passage 1.328
← Index
1.328
Discussion of words and place-names containing the element -ανη/-αναι, with accentuation rules and many geographic examples (Κάναι, Κάνναι, Σάνη, Δρεπάνη, Κατάνη, Ταπροβάνη, etc.).
Τὰ διὰ τοῦ 'ανη' δισύλλαβα μονογενῆ βαρύνεται, ἄνη ἡ ἄνυσις, πλάνη, Κάνη καὶ Κάναι «πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο 'νν'. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρ´ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς 'νη' λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν τασσόμενον ἀντὶ τοῦ γυνή. Τὰ διὰ τοῦ 'ανη' μονογενῆ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, θηγάνη ἡ ἀκόνη, Ἐργάνη ἡ Ἀθηνᾶ, ὁρκάνη ἡ εἱρκτή, σαργάνη, πτισάνη, δαπάνη, λεκάνη, βοτάνη, δρεπάνη· Δρεπάνη δὲ ἐκαλεῖτο καὶ ἡ Φαιακία. ἔστι καὶ Λυκίας Δρεπάνη· ἔστι καὶ Δρεπάνη Βιθυνίας πρὸς τῷ Ἀστακηνῷ κόλπῳ, ἣν....... φησὶν ὠνομάσθαι, ὅτι «Δρεπάνην κλείουσιν ἀπὸ Κρονίδαο σιδήρου». ἔστι καὶ ὄρος Αἰθιοπίας. βρυκάνη, τρυπάνη. Λευκάνη ἡ τῶν Λευκῶν πόλις ἀπὸ Λευκίου τινός. Κατάνη πόλις Σικελίας. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Κατάνη πόλις, ὑπὲρ δὲ ὄρος Αἴτνη». κέκληται δὲ οὕτως, ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ 'υ' νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ «εἰς Ἀφάνας»
The disyllabic, monogenetic words in -ανη are barytone: ἄνη, “completion”; πλάνη; Κάνη and Κάναι, “a small town of the Locrians from Cyon, on the heights of Lesbos.” There is also a mountain and a harbor. Strabo, book 13. There is also a city Κάναι on the river Tigris. There are also Κάνναι with two νν. Σάνη, a city of Thrace between Athos and Pallene. But φανή, as said by Hesiod in the second book—“who formerly kept φανή hidden within”—is oxytone. However, the word βανά in Corinna is not common, nor does it end in -νη, but is a special Boeotian stem used in place of γυνή. The monogenetic words in -ανη of more than two syllables are barytone: θηγάνη, “whetstone”; Ἐργάνη, Athena; ὁρκάνη, “prison”; σαργάνη; πτισάνη; δαπάνη; λεκάνη; βοτάνη; δρεπάνη. Δρεπάνη was also the name of Phaeacia. There is also a Δρεπάνη of Lycia; and there is also a Δρεπάνη of Bithynia by the Astacene gulf, which … says was so named because “they celebrate Δρεπάνη from the iron of Cronus’ son.” There is also a mountain of Ethiopia. βρυκάνη; τρυπάνη. Λευκάνη, the city of the Leuci, from a certain Leucius. Κατάνη, a city of Sicily. Hecataeus in his Europe: “and after Κατάνη, a city, and above it Mount Aetna.” It is so called because the ship of Theocles the Chalcidian went down to the river Amenanus— which the Dorians, without the υ, call νᾶν— or because, when Aetna collapsed, what was above became below. Μασχάνη, a city among the Scenite Arabs. Κορομάνη, a city by the Persian gulf. Μαλσάνη, a city of Arabia Felix. Πιτάνη, a city of Aeolis. Σικάνη, a city of Iberia, as Hecataeus says in his Europe. Ῥωγάνη, a city in India. Στεφάνη, a city of Phocis. Ταπροβάνη, a very large island in the Indian sea. Alexander, also called Lychnus: “a four-sided island, garlanded with salt, Ταπροβάνη, rich in game, abounds in broad-nostrilled elephants.” It was formerly called Σιμούνδου, but now Σαλική; its length of voyage is about seven thousand stades, and its breadth five hundred. Artemidorus says the same in the ninth book of his Geography. Τελάνη, a most ancient city of Syria, which Ninus inhabited before the founding of Nineveh. Χανδάνη, a city of Iapygia. Hecataeus in his Europe: “and in Χανδάνη, a city, and after it the Peucaei.” Ἀδράνη, a city of Thrace, which lies a little above Berenice, as Theopompus says. But Polybius, in the thirteenth book, gives the middle vowel as η, Ἀδρήνη. Ἀφάναι, an insignificant place of Sicily, from which comes the expression “to Ἀφάνας.”

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 262 (100.0%) word LCS 44 (100.0%)
Show overlap highlight
…όλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη π…
Ταπροβάνη, νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐυρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου νῦν δὲ Σαλική· πλοῦ μῆκος οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων.
char LCS 108 (39.1%) word LCS 22 (42.3%)
Show overlap highlight
…φουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ «εἰς Ἀφάνας»
Ἀδράνη, πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ « η » τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηνίτης, ὡς Συήνη Συηνίτης, Σελήνη Σεληνίτης. τούτων τὰ μαρτύρια ἐν τοῖς οἰκείοις. δύναται δὲ καὶ Ἀδρηναῖος, ὡς Κυρηναῖος Πελληναῖος Μιτυληναῖος. δίδωσιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύς, ὡς Πελληνεύς.
char LCS 64 (100.0%) word LCS 12 (100.0%)
Show overlap highlight
…ου χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελί…
Χανδάνη, πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι”.
char LCS 56 (58.9%) word LCS 11 (64.7%)
Show overlap highlight
…λαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβι…
Τελάνη, πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. τὸ ἐθνικὸν Τελαναῖος καὶ ἐπιχωρίως Τελανηνός.
char LCS 40 (46.5%) word LCS 9 (52.9%)
Show overlap highlight
…ις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. Ἀφάναι χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ «εἰς Ἀφάνας»
Ἀφάναι, χωρίον Σικελίας ἄσημον, ἀφ´ οὗ ἡ “εἰς Ἀφάνας” ἐπὶ τῶν ἀδήλων καὶ ἐκτετοπισμένων. τὸ ἐθνικὸν Ἀφαναῖος.
char LCS 35 (50.7%) word LCS 7 (50.0%)
Show overlap highlight
…Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου». ἔστι καὶ ὄρος καὶ λιμήν. Στράβων ιγʹ. ἔστι καὶ πόλις Κάναι τοῦ Τίγρητος ποταμοῦ. εἰσὶ δὲ καὶ Κάνναι διὰ δύο 'νν'. Σάνη πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. τὸ δὲ φανή παρ´ Ἡσιόδῳ ἐν δευτέρῳ εἰρημένον· οἳ πρόσθε φανὴν ἔντοσθεν ἔκευθον. ὀξύνεται. τὸ μέντοι παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰς 'νη' λῆγον, ἀλλὰ ἴδιον…
Σάνη, πόλις Θρᾴκης μεταξὺ Ἄθω καὶ Παλλήνης. οἱ πολῖται Σάνιοι καὶ Σαναῖοι ὡς Καναῖοι.
char LCS 35 (47.3%) word LCS 6 (50.0%)
Show overlap highlight
… ἐπειδὴ κατέβη πρὸς τὸν Ἀμενανὸν ποταμὸν ἡ Θεοκλέους τοῦ Χαλκιδέως ναῦς, ἣν Δωριεῖς χωρὶς τοῦ 'υ' νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ…
Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος ὀγδόῳ Παρθικῶν. τὸ ἐθνικὸν Μασχανεύς.
char LCS 34 (66.7%) word LCS 6 (66.7%)
Show overlap highlight
…ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβ…
Σικάνη, πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Σικάνιος.
char LCS 32 (46.4%) word LCS 5 (41.7%)
Show overlap highlight
…ῖς χωρὶς τοῦ 'υ' νᾶν φασιν, ἢ ὅτι τῆς Αἴτνης κατατεθείσης τὸ ἄνω κάτω γέγονεν. Μασχάνη πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσ…
Μαλσάνη, πόλις τῆς εὐδαίμονος Ἀραβίας. τὸ ἐθνικὸν Μαλσανίτης· ἐπιχώριος γὰρ ὁ τύπος.
char LCS 21 (100.0%) word LCS 5 (100.0%)
Show overlap highlight
…κηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρ…
Ῥωγάνη, πόλις ἐν τῇ Ἰνδικῇ.