Prosodia Catholica (Herodian)

Passage 1.331
← Index
1.331
No summary yet
ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας καὶ χώρα Περσίδος Μεσήνη δι´ ἑνὸς 'σ' ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη ἡ καὶ Μέση τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σελήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατ´ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον (Β 569) ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται καὶ Πελλίνα ὡς Μιτυλίνα. Πριήνη πόλις Ἰωνίας. Πυλήνη πόλις Αἰτωλίας. Πυρήνη
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 266 (35.8%) word LCS 49 (34.8%)
Show overlap highlight
… Κισθήνη ἡ πόλις, συβήνη, ἀπήνη, Χαλδήνη ὄνομα κύριον, Καβήνη ἡ Κρήνη Λυκίας, Σαρδήνη ἡ Ἀμαζών. σελήνη. ἔστι καὶ σελήνη πόπανόν τι τῷ ἄστρῳ παραπλήσιον. ὑπήνη. Παλλήνη πόλις Θρᾴκης ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς «Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι». ἔστι δὲ καὶ δῆμος Ἀττικὸς τῆς Ἀντιοχίδος φυλῆς οὕτω λεγόμενος Παλλήνη. Κυλλήνη ὄρος Ἀρκαδίας, σταδίων Ὀλυμπιακῶν ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατ´ Ἀπολλόδωρον…
Παλλήνη, πόλις Θρᾴκης, ἀπὸ Παλλήνης τῆς Σίθωνος μὲν θυγατρὸς Κλείτου δὲ γυναικός, ὡς Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς. “Παλλήνη δ´ ἐστὶ χερρόνησος τρίγωνος, τὴν βάσιν ἔχουσα πρὸς μεσημβρίαν ἐστραμμένην. ἐκαλεῖτο δὲ Φλέγρα, τὸ παλαιὸν καὶ ᾠκεῖτο ὑπὸ τῶν Γιγάντων. καὶ ἡ τῶν θεῶν καὶ τῶν Γιγάντων μάχη ἐνταῦθα μυθεύεται γενέσθαι”. Θεαγένης ἐν Μακεδονικοῖς “οὐκ ἐνταῦθα δ´ ὁ περὶ Παλλήνης ἕστηκε λόγος. φασὶ γὰρ τὴν μὲν γῆν ταύτην κεκλῆσθαι Φλέγραν, τοὺς δ´ ἐνοικοῦντας Γίγαντας, εἰς οὓς Ἡρακλέα καταχθέντα τήν τε ὕβριν αὐτῶν καὶ τὴν μισανθρωπίαν ἐκ…
char LCS 141 (63.8%) word LCS 26 (63.4%)
Show overlap highlight
… Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητ…
Ἀνθάνα, πόλις Λακωνική, μία τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν. ὁ πολίτης Ἀνθανεύς. ἔστι καὶ Ἀρκαδίας πόλις.
char LCS 107 (72.3%) word LCS 18 (72.0%)
Show overlap highlight
…ου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. ἔστι καὶ Ἀρκαδίας πόλις. Ἀτήνη δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Διονύσιος Ἀτηνίαν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τ…
Ἀτρήνη, πόλις ... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης, τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. τὸ ἐθνικὸν Ἀτρηνεύς καὶ Ἀτρηνίτης καὶ Ἀτρηναῖος.
char LCS 102 (38.9%) word LCS 21 (38.2%)
Show overlap highlight
ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας καὶ χώρα Περσίδος Μεσήνη δι´ ἑνὸς 'σ' ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη ἡ καὶ Μέση τῶν ποταμῶν. γαλήνη, εἰρήνη· ἐκαλεῖτο δὲ καὶ Καλαύρεια νησίδιον πρὸς τῇ Κρήτῃ Εἰρήνη. σαγήνη, λευκήνη, τιθήνη, Πειρήνη ἡ πόλις, Κισθήνη ἡ πόλις, συβ…
Μεσσήνη, καὶ χώρα καὶ πόλις. Στράβων ὀγδόῃ. χώρα δὲ ἡ Μεσσηνία καὶ Μέσση κατὰ ἀποκοπήν, ἢ Μέση καὶ Μεσήνη, ὥς τινες. τὸ ἐθνικὸν καὶ ὁ πολίτης Μεσσήνιος καὶ θηλυκὸν Μεσσηνίς. ἔστι καὶ ἄλλη Μεσσήνη τῆς Σικελίας. καὶ χώρα Περσίδος Μεσηνή δι´ ἑνὸς « σ », ὑπὸ τῶν δύο ποταμῶν Εὐφράτου καὶ Τίγριδος μεσαζομένη, ὡς Ἀσίνιος Κουάδρατός φησι.
char LCS 79 (48.5%) word LCS 16 (51.6%)
Show overlap highlight
…ῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσο…
Συήνη, πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται τῆς πόλεως Παυσανίας. κέκληται δὲ ἀπὸ Συήνου Ἀέτου παιδός. ὁ πολίτης Συηνίτης. τὸ κτητικὸν Συηνιτικόν.
char LCS 75 (30.4%) word LCS 15 (31.2%)
Show overlap highlight
…κληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον (Β  569) ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ. ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, ἔνθα κρατεῖ τις, οὗ πεσόντος ἐκ Περσέως κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν. ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. Πελλήνη πόλις Ἀχαΐας. λέγεται …
Μυκῆναι, πόλις Πελοποννήσου. Ὅμηρος “οἳ δὲ Μυκήνας εἶχον”. ἀπὸ Μυκηνέως τοῦ Σπάρτωνος τοῦ Φορωνέως ἀδελφοῦ· ἢ ἀπὸ μύκητος τοῦ ξίφους ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἔκτισεν· ἢ ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰὼ βοῦν ἐκεῖ γενομένην. ὁ πολίτης Μυκηναῖος καὶ θηλυκὸν Μυκηνίς. καὶ Μυκηνεύς.
char LCS 57 (30.2%) word LCS 11 (31.4%)
Show overlap highlight
… ἐννέα παρὰ πόδας ὀγδοήκοντα κατ´ Ἀπολλόδωρον. ἀπὸ Κυλλήνης Ναΐδος νύμφης. ἔστι καὶ Ἠλείων ἐπίνειον Κυλλήνη. Κυρήνη πόλις Λιβύης ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν…
Κυρήνη, πόλις Λιβύης, ἀπὸ Κυρήνης τῆς Ὑψέως [κατὰ Πίνδαρον] ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας. καὶ Μασσαλίας ἄλλη. τὸ ἐθνικὸν Κυρηναῖος. ἐντεῦθεν ἦν Ἐρατοσθένης Ἀγακλέους παῖς ὁ ἱστορικός. καὶ Κυρηναΐς ὡς Θηβαΐς. καὶ Κυρηνίτης.
char LCS 42 (62.7%) word LCS 8 (61.5%)
Show overlap highlight
…ν. Ἀτρήνη πόλις .... Φιλοστέφανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I …
Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. τὸ ἐθνικὸν Σιδηνός ὡς Σωφηνός.
char LCS 39 (44.3%) word LCS 8 (47.1%)
Show overlap highlight
…ς ἀπὸ Κυρήνης τῆς Ὕψεως κατὰ τὸν Πίνδαρον ἢ Κύρης πηγῆς ἐγχωρίου. ἔστι καὶ Ἰβηρίας· καὶ Μασσαλίας ἄλλη. Κυδρήνη πόλις Ἀρμενίας. Ἰσμήνη ἡρωῒς καὶ κώμη Βοιωτίας, Ἀλμήνη πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ ὡς Ἀρριανός. Ἀνθήνη, οὕτως Χάραξ Ἀνθάναν φησί, πόλιν Λακωνικὴν μίαν τῶν ἑκατόν. κέκληται δέ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, .... ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφ…
Ἀλμήνη, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, ὡς Ἀρριανός. τὸ ἐθνικὸν Ἀλμήνιος ὡς Παλλήνιος, ἢ Ἀλμηνίτης ὡς Σινωπίτης.
char LCS 31 (63.3%) word LCS 5 (62.5%)
Show overlap highlight
…αὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου …
Βαρήνη, πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. οἱ οἰκήτορες Βαρηνοί.