Passage lists place-names and then discusses phonological and accentual rules: accentuation and vowel/diphthong changes (ει, οι), behavior of endings in -νη, -η, -ο, examples and analogies, and occasional etymologies.
ὁ ποταμὸς προσβάλλει ἰλύν. λέγονται καὶ Ἐχινάδες διὰ τὸ τραχὺ καὶ ὀξὺ παρὰ τὸν ἐχῖνον ἢ διὰ τὸ πλῆθος ἔχειν ἐχίνων. Ἀπολλόδωρος δὲ ἀπὸ Ἐχίνου μάντεως. Καινίνη πόλις Σαβίνων ἡ ὑπὸ Ῥωμύλου ἁλοῦσα. Λιγυστίνη πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. Πλινθίνη πόλις τῆς Αἰγυπτίας ἐπὶ τῆς Μαρείας. Μοτίνη πόλις Ἰταλίας, ἄποικος Ῥωμαίων. Πολύβιος τρίτῳ (c. 40, 8)· Φλέγων δὲ Μουτίνην αὐτήν φησι. Σαβίνη ἐπὶ τῆς γυναικὸς καὶ ἐπὶ τῆς χώρας. Σιβερίνη πόλις Οἰνωτρῶν. τὸ δὲ ἐχινῆ ἡ τραχεῖα δορὰ ἀπὸ τοῦ ἐχινέα γέγονε, διὸ περισπᾶται. τὸ δὲ Φωτεινή κύριον διὰ τῆς 'ει' διφθόγγου γραφόμενον ὀξύνεται. μετάγεται γὰρ ἀπὸ ἐπιθέτου. Τὰ εἰς 'νη' δισύλλαβα μονογενῆ παραληγόμενα μὲν τῇ 'οι' διφθόγγῳ βαρύνονται, οἴνη ἡ ἄμπελος καὶ ὁ ἐν τοῖς βόλοις κενός· ἔστι καὶ Οἴνη πόλις Ἄργους. Ἑκαταῖος ἱστοριῶν πρώτῳ. θοίνη ἡ τροφή. τὸ δὲ ποινή ὀξύνεται. παραληγόμενα δὲ 'ο' ὀξύνεται, μονή, γονή καὶ φονή ἡ ὀλεθρία. * Τὰ διὰ τοῦ 'οινη' ὑπὲρ δύο συλλαβὰς ἔχοντα πρὸ τοῦ 'ν' τὴν 'οι' δίφθογγον οὐκ εἰσὶ γνήσια. τὸ μὲν γὰρ ἀγκοίνη βαρυνόμενον παρὰ τὴν ἀγκῶνος γενικὴν πεποιημένον τροπὴν ἔσχε τοῦ 'ω' εἰς τὴν 'οι' δίφθογγον. τὸ δὲ μενοινή ὀξυνόμενον καὶ αὐτὸ τροπὴν ἔσχε τοῦ 'ω' εἰς τὴν 'οι' δίφθογγον. ὤφειλεν γὰρ εἶναι μενωνή. τὰ γὰρ εἰς 'η' λήγοντα θηλυκὰ ἀπὸ ῥημάτων γινόμενα, ἔχοντα ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς τὸ αὐτὸ σύμφωνον ἢ ἀντίστοιχον, τῷ 'ω' μεγάλῳ παραλήγεται. ὁ δὲ λόγος ἐπὶ τρισυλλάβων οἷον ἀγωγή ἔδει εἶναι ἀγή καὶ γέγονεν ἀγωγή, ὁμοίως ἔδω ἐδή ἐδωδή, ὄζω ὀδή ὀδωδή, ὄπτω ὀπή ὀπωπή, ἔχω ὀχή ὀκωχή, ἄκω ἀκή ἀκωκή, οὕτω μένω τὸ προθυμοῦμαι μενή μενωνή, εἰ καὶ μὴ τὸ αὐτὸ σύμφωνον ἢ καὶ ἀντίστοιχον ἔχει ἐν τῇ τελευταίᾳ καὶ τῇ πρὸ αὐτῆς συλλαβῇ, καὶ ἴσως ὡς κατὰ τοῦτο γέγονεν τροπῇ τοῦ 'ω' εἰς τὴν 'οι' δίφθογγον μενοινή. παρατηρήσεις γὰρ τοῦτο, ὅτι τὰ οὕτω διπλασιασθέντα ἀπὸ φωνήεντος ἤρχετο οἷον ἀγωγή, ἀκωκή, ἐδωδή. τὸ δὲ μενοινή μόνον ἀπὸ συμφώνου· καὶ ἐπεὶ παρήλλαξεν κατὰ τὴν ἄρχουσαν πρὸς τὰ προκείμενα, παρήλλαξεν καὶ περὶ τὴν παραλήγουσαν. * Τὸ Κελαιναί πόλις τῆς μικρᾶς Φρυγίας ἡ καὶ Ἀπάμεια μόνον εἰς 'αινη' καταλῆγον ὀξύνεται ἐπιθετικὸν ὄν.
Pending translation