Prosodia Catholica (Herodian)

Passage 1.336
← Index
1.336
No summary yet
Τὰ εἰς 'ωνη' δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ (p. 255) »καὶ τὴν γῆν ὀνομάσαι Χώνην«. »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται. Τὰ διὰ τοῦ 'ωνη' κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρῳ, καθ´ ἣν Δωδωναῖος Ζεύς »Δωδώνης μεδέων δυσχειμέρου« (Il. Π 234). Φιλόξενος δὲ ὁ τὴν Ὀδύσσειαν ὑπομνηματίζων δύο φησί, Θετταλικὴν καὶ Θεσπρωτικήν, οὕτως »Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.« ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ »ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι« (Il. Π 234). πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιάδος »τιμᾷ τοὺς ἐν Δωδώνῃ ἔχοντας ἐπιφανὲς μαντεῖον, «τὸν δ´ ἐς Δωδώνην φάτο βήμεναι». ἐπικέκληκε δὲ Ἀχιλλεὺς τὸν ἐν τῇ Θετταλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο«. καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων »ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης«. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δ´ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆς Δωδών, εἴπερ ἦν ἐν χρήσει τῆς πόλεως ἡ εὐθεῖα. ἀλλ´ οὐκ εἴρηται· διόπερ μεταπλασμὸς ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰς 'ω'. Σιμμίας ὁ Ῥόδιος »Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ«. Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δ´ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ 'η' »οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο« (Β 716). ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη,
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 345 (18.8%) word LCS 64 (16.9%)
Show overlap highlight
…γενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάϊον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο«. καὶ Σουίδας δέ φησι Δωδωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε. πόλιν γὰρ εἶναι Βωδώνην, ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. ὠνόμασται δὲ κατὰ Θρασύβουλον, ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων »ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης«. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ Ἠπείρου. διτταὶ δ´ εἰσὶ Δωδῶναι, ἡ ἐν Ἠπείρῳ καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας. ἡ δὲ Δωδῶνος γενικὴ μετὰ τῆς λοιπῆς κινήσεως ἠδύνατο κλίσις εἶναι τῆ…
… Θεσσαλίᾳ γειτνιῶντα θεόν, ὡς καὶ ὁ Πάνδαρος εὔχεται τῷ Λυκηγενεῖ καὶ ὁ Χρύσης τῷ Σμινθεῖ. τὸν δὲ Δωδωναῖον ἔλεγον καὶ Νάιον. Ζηνόδοτος δὲ γράφει Φηγωναῖε, ἐπεὶ ἐν Δωδώνῃ πρῶτον φηγὸς ἐμαντεύετο”. καὶ Σουίδας δέ φησι Φηγωναίου Διὸς ἱερὸν εἶναι ἐν Θεσσαλίᾳ, καὶ τοῦτον ἐπικαλεῖσθαι. ἕτεροι δὲ γράφουσι Βωδωναῖε· πόλιν γὰρ εἶναι Βωδώνην ὅπου τιμᾶται. Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι. “ὠνόμασται δὲ κατὰ Θρασύβουλον” ὡς Ἐπαφρόδιτος ὑπομνηματίζων τὸ βʹ Αἰτίων “ἀπὸ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων νυμφῶν. Ἀκεστόδωρος δὲ ἀπὸ Δώδωνος τοῦ Διὸς καὶ Εὐρώπης. εἰκὸς δὲ ἀπὸ Δώδωνος ποταμοῦ, ὃν παρατίθησιν ὁ τεχνικὸς ἐν τῷ αʹ τῆς καθόλου λέγων οὕτως ‚Δώδων ποταμὸς Ἠπείρου‛. διτταὶ δ´ εἰσὶ Δωδῶναι, αὕτη καὶ ἡ ἐν Θετταλίᾳ, καθάπερ ἄλλοι καὶ Μνασέας”. λέγεται καὶ Δωδώνἧς τὴν γενικὴν Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆ…

char LCS 108 (50.0%) word LCS 24 (53.3%)
Show overlap highlight
Τὰ εἰς 'ωνη' δισύλλαβα παροξύνεται, ζώνη· ἔστι καὶ πόλις Κικόνων. Ἑκαταῖος Εὐρώπῃ. μνώνη, σμώνη ἡ πλῆξις τοῦ ἀνέμου, γρώνη, χώνη. ἔστι καὶ Χώνη πόλις Οἰνωτρῶν, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ (p. 255) »καὶ τὴν γῆν ὀνομάσαι Χώνην«. »καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν«. τὸ δὲ φωνή ἀπὸ τοῦ φωνῶ καὶ τὸ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται. Τὰ διὰ τοῦ 'ωνη' κύρια καὶ προσηγορικὰ ὑπερδισύλλαβα βαρύνεται, Δωδώνη πόλις τῆς Μολοσσίδος ἐν Ἠπείρ…
Χώνη, πόλις Οἰνώτρων, ἧς Στράβων μέμνηται ἐν ἕκτῃ “καὶ τὴν γῆν ὀνομάσαι Χώνην”. “καὶ Χώνη πόλις ὑπὲρ αὐτῆς, ἀφ´ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν”. ἡ δὲ χώρα Χωνία. Λυκόφρων “ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν”. οὐκοῦν καὶ Χώνιος, ὡς Θρᾴξ Θρᾳκός Θρᾴκιος Θρᾳκία, Τρώς Τρωός Τρώιος Τρωία.
char LCS 74 (35.9%) word LCS 16 (37.2%)
Show overlap highlight
…ὲ καὶ εἰς 'ω'. Σιμμίας ὁ Ῥόδιος »Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ«. Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δ´ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ 'η' »οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο« (Β  716). ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη,
Μεθώνη, πόλις Θρᾴκης. Μαγνησίας, [ἣν] Ὅμηρος διὰ τοῦ « η » “οἳ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο”. ὁ πολίτης Μεθωναῖος. ἔστι καὶ Μακεδονίας. ἐκλήθη ἀπὸ τοῦ μέθυ· πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς, ἧς τὸ ἐθνικὸν Μεθωναιεύς ὡς Κορωναιεύς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας.
char LCS 66 (79.5%) word LCS 12 (80.0%)
Show overlap highlight
…ι τῆς πόλεως ἡ εὐθεῖα. ἀλλ´ οὐκ εἴρηται· διόπερ μεταπλασμὸς ἔοικε εἶναι. λήγεται δὲ καὶ εἰς 'ω'. Σιμμίας ὁ Ῥόδιος »Ζηνὸς ἕδος Κρονίδαο μάκαιρ´ ὑπεδέξατο Δωδώ«. Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δ´ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ 'η' »οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο« (Β  716). ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολ…
Βωδώνη, πόλις Περραιβική, ὡς Ἀπολλόδωρος, οἱ δ´ ὀρθῶς Θετταλίας, ἀπὸ Βωδωνοῦ ἥρωος. ὁ πολίτης Βωδωναῖος.
char LCS 33 (19.0%) word LCS 7 (21.9%)
Show overlap highlight
…καιρ´ ὑπεδέξατο Δωδώ«. Βωδώνη πόλις Περραιβική, ὡς Ἀπολλόδωρος. οἱ δ´ ὀρθῶς Θετταλίας ἀπὸ Βωδωνοῦ ἥρωος. Μεθώνη πόλις Θρᾴκης. Μαγνησίας, ἣν Ὅμηρος διὰ τοῦ 'η' »οἱ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο« (Β  716). ἔστι δὲ καὶ Μακεδονίας. ἐκλήθη δὲ ἀπὸ τοῦ μέθυ. πολύοινος γάρ ἐστι. καὶ τῆς Λακωνικῆς. δʹ ἐν Περσίδι. εʹ Εὐβοίας. Μοθώνη, εἰρεσιώνη, χελώνη,
Θαυμακία, πόλις Μαγνησίας. Ὅμηρος “οἳ δ´ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο”. ἀπὸ Θαυμάκου τοῦ Ποίαντος πατρός, ἀφ´ οὗ νῆσος. δευτέρα πόλις κατὰ τὸν Μαλιακὸν κόλπον. οἱ ἔνοικοι Θαυμακοί καὶ “Θαυμακίης ἱερὸν Ἀρτέμιδος”.
char LCS 29 (42.0%) word LCS 6 (40.0%)
Show overlap highlight
…ν, οὕτως »Δωδώνην νῦν φησι τὴν Θεσπρωτικὴν ἐν ᾗ τὸ μαντεῖον ἐκ τῆς δρυός, ἑτέρα δὲ ἡ Θετταλικὴ ἀφ´ ἧς ὁ Ἀχιλλεὺς καλεῖ τὸν Δία.« ἔοικε δὲ οὗτος ἐπιλελῆσθαι τὸ »ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι« (Il. Π  234). πῶς γὰρ τούτων μέμνηται ἀπὸ τῆς Θεσσαλικῆς καλῶν αὐτόν; οὕτω δὲ καὶ Ἐπαφρόδιτος ἐν τῇ Π τῆς Ἰλιάδος »τιμᾷ τοὺς ἐν Δωδώνῃ …
Σελλοί, οἱ Δωδωναῖοι. “ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται”. λέγεται καὶ δίχα τοῦ « σ » Ἐλλοί.