Prosodia Catholica (Herodian)

Passage 1.339
← Index
1.339
No summary yet
καὶ πόλις Παρθυαίων. Πολύβιος δεκάτῳ. Ἀντιόπη. Στερόπη τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος »Καρδαμύλην Ἐνόπην« (Il. Ι 150), μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν »ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν« (Β 857). Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ 'ι' Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι »καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας«. καὶ Εὐριπίδης ἐν Θησεῖ »σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας«. Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς δι´ ἑνὸς 'σ'. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ »ἐν δὲ πόλις Ὑώπη, οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες«. Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 164 (47.5%) word LCS 31 (45.6%)
Show overlap highlight
…υγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν »ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν« (Β  857). Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μ…
Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος ὡς Φίλων. ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς Ἀλόπη. τρίτη Πόντου, ἀφ´ ἧς Πενθεσίλεια. τετάρτη περὶ Εὔβοιαν. πέμπτη περὶ Δελφούς. ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν “ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν”. ὁ πολίτης κατὰ τέχνην Ἀλοπίτης. ἔστι δὲ καὶ Ἀλοπεύς.
char LCS 164 (41.1%) word LCS 30 (38.0%)
Show overlap highlight
…τὸ κύριον, στεροπή δὲ ἡ ἀστραπή, Μερόπη· οὕτως ἐκαλεῖτο Σίφνος νῆσος. Κασσιόπη. Κορόπη πόλις Θεσσαλίας. Ὀρόπη πόλις Εὐβοίας, ὅπου Ἀπόλλωνος διασημότατον ἱερόν. Ἰόπη πόλις Φοινίκης πλησίον Ἰαμνίας, ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος »Καρδαμύλην Ἐνόπην« (Il. Ι  150), μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη κώμη …
Ἰόπη, πόλις Φοινίκης πλησίον Ἰαμνίας ὡς Φίλων, ὡς δὲ Διονύσιος Παλαιστίνης. Φοινίκη γὰρ καὶ ἡ Παλαιστίνη. ἐκλήθη δὲ ἀπὸ Ἰόπης τῆς Αἰόλου θυγατρός, τῆς γυναικὸς Κηφέως τοῦ κτίσαντος καὶ βασιλεύσαντος, τοῦ καταστερισθέντος, οὗ ἐστι γυνὴ Κασσιέπεια. οἱ Ἕλληνες κακῶς φασιν. ἀφ´ οὗ Κηφῆνες οἱ Αἰθίοπες. ἔστι καὶ Θεσσαλίας ἄλλη. τὸ ἐθνικὸν τῆς προτέρας Ἰοπίτης. λέγεται καὶ Ἰοπία διὰ τοῦ « ι », καὶ ἴσως ἐκ τοῦ Αἰθιοπία. ἐκ…
char LCS 123 (53.7%) word LCS 22 (50.0%)
Show overlap highlight
… Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη ἐρήμεια, κολώνη κολώνεια. καὶ διὰ τοῦ 'ι' Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι »καὶ νησιώτας καὶ μακρᾶς Εὐρωπίας«. καὶ Εὐριπίδης ἐν Θησεῖ »σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας«. Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς δι´ ἑνὸς 'σ'. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα…
Εὐρώπη, ἡ χώρα, ἐκ τῆς Φοίνικος θυγατρὸς [ἢ] τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια καὶ διὰ τοῦ « ι » Εὐρωπία παρὰ Σοφοκλεῖ Αἰχμαλώτισι “καὶ νησιώτας καὶ μακρὰς Εὐρωπίας”. καὶ Εὐριπίδης ἐν Θησεῖ “σχεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας”. ὁ οἰκῶν Εὐρωπαῖος, καὶ θηλυκὸν καὶ οὐδέτερον, καὶ Εὐρωπίς.
char LCS 105 (57.4%) word LCS 17 (45.9%)
Show overlap highlight
…νίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ »ἐν δὲ πόλις Ὑώπη, οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες«. Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή.
Ὑώπη, πόλις Ματιηνῶν, προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ “ἐν δὲ πόλις Ὑώπη· οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵην περ Παφλαγόνες”. τὸ ἐθνικὸν Ὑωπηνός τῷ ἐπιχωρίῳ τύπῳ. εἰ δὲ καθ´ ἡμᾶς, Ὑωπεύς ὡς Σινωπεύς, καὶ Ὑωπίτης ὡς Σινωπίτης.
char LCS 65 (46.1%) word LCS 12 (46.2%)
Show overlap highlight
… καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου καὶ Κῴου, ὥς φησι Φλέγων. Εὐρώπη ἡ χώρα ἐκ τῆς Φοίνικος θυγατρὸς ἢ τοῦ Ἀγήνορος. λέγεται καὶ Εὐρώπεια ὡς Ὑψιπύλη Ὑψιπύλεια, Ἀπάμη Ἀπάμεια, Πηνελόπη Πηνελόπεια, Λαοδίκη Λαοδίκεια, ἐρήμη…
Σινώπη, πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρητίνου [καὶ] Κῴου, ὥς φησι Φλέγων. ὁ πολίτης Σινωπεύς καὶ Σινωπίτης καὶ Σινωπῖτις καὶ Σινωπίς ἀπὸ τοῦ Σινωπεύς. καὶ Σινωπικόν.
char LCS 60 (69.0%) word LCS 9 (64.3%)
Show overlap highlight
…τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ »ἐν δὲ πόλις Ὑώπη, οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες«. Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή.
Ὀλύμπη, πόλις Ἰλλυρίας, ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. τὸ ἐθνικὸν Ὀλυμπαῖος ἢ Ὀλυμπεύς.
char LCS 36 (45.0%) word LCS 7 (50.0%)
Show overlap highlight
…όλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυόπη ἡ Εὐρυπύλου θυγάτηρ καὶ πόλις περὶ τὴν Ἑρμιόνα. γράφεται καὶ Δρυόπα. Ἀρύπη πόλις, ἧς οἱ πολῖται Ἄρυπες. Σινώπη πόλις διαφανεστάτη τοῦ Πόντου, κτίσμα Κρ…
Παρθενόπη, πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας, κτίσμα Ῥοδίων. ὁ πολίτης Παρθενοπαῖος ὁμωνύμως τῷ κυρίῳ.
char LCS 31 (52.5%) word LCS 6 (54.5%)
Show overlap highlight
…χεδὸν παρ´ αὐτοῖς κρασπέδοις Εὐρωπίας«. Κερκώπη. Μετώπη ὁ ποταμός. Κασώπη πόλις ἐν Μολοσσοῖς δι´ ἑνὸς 'σ'. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ »ἐν δὲ πόλις …
Νησώπη, νῆσος Λέσβου, ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. τὸ ἐθνικὸν Νησωπαῖος.
char LCS 29 (44.6%) word LCS 5 (41.7%)
Show overlap highlight
…ἕκτη περὶ Λοκρίδα. Ὅμηρος τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας παράλιόν φησιν »ἐλθόντ´ ἐξ Ἀλόπης, ὅθ´ Ἀμαζονίδων γένος ἐστίν« (Β  857). Ῥοδόπη πόλις Ἰωνίας. Διόπη πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. Πανόπη πόλις Φωκίδος ἡ καὶ Πανοπεύς. κέκληται δὲ ἀπὸ Πανοπέως τοῦ Φώκου παιδός. Παρθενόπη μία τῶν Σειρήνων καὶ πόλις ἐν Ὀπικοῖς τῆς Ἰταλίας κτίσμα Ῥοδίων. Δρυ…
Διόπη, πόλις Ἀρκαδίας, ὡς Φερεκύδης. τὸ ἐθνικὸν Διοπεύς ἢ Διοπίτης ὡς Σινωπίτης.
char LCS 28 (62.2%) word LCS 6 (66.7%)
Show overlap highlight
…ασιλεύσαντος. ἔστι καὶ Θεσσαλίας ἄλλη. Πηνελόπη. Ἐνόπη πόλις Μεσσηνίας. Ὅμηρος »Καρδαμύλην Ἐνόπην« (Il. Ι  150), μέμνηται αὐτῆς καὶ Παυσανίας τρίτῳ (c. 26, 8). Πελόπη κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. Ἀλόπη πόλις Θεσσαλίας ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης, ἢ τῆς Ἄκτορος, ὡς Φίλων. ἔστι δὲ μεταξὺ Κρεμαστῆς καὶ Ἐχίνου. δευτέρα ἐστὶ καὶ τῆς Ἀττικῆς. τρίτ…
Πελόπη, κώμη Λυδίας πρὸς τῇ Φρυγίᾳ. τὸ ἐθνικὸν Πελοπεύς.