Discussion of Greek name endings (-ων, -ωντος, -ξων, -πων, -ρων, etc.), their accentuation and declension behavior, examples of personal names, place names and ethnics (Sicilian, Libyan, etc.), and some lexical meanings (e.g. Sicilian terms for market-robbers).
ἀμείνονος ἢ διὰ τοῦ 'οντος' κλινόμενα ὡς Ὑγιαίνων ὄνομα ἰατροῦ, Αὐξάνων κύριον ἰσοδυναμεῖ τοῖς διὰ τοῦ 'ωνος' οἷον Κόνων, Σίνων, Ζήνων, Φαίνων, Μόνων ὃς ἔκτισε Μακτώριον πόλιν Σικελίας, Σήνων ὁ κατοικῶν Σήνην πόλιν Κελτικήν, Φλάνων πόλις καὶ λιμὴν πρὸς τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος. τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενών καὶ παρθενών. Τὰ εἰς 'ξων' ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται, ἄξων, Πράξων, Δέξων, Αἴξων, Σάξων ἔθνος οἰκοῦν ἐν τῇ Κιμβρικῇ χερρονήσῳ. τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν. ἔστι δὲ λέξις Σικελική. σημαίνει δὲ τοὺς κατ´ ἀγορὰν τῶν ἀλφίτων ἢ τοὺς ἄλλων τινῶν δραττομένους καὶ ἁρπάζοντας, οὓς Ἐρατοσθένης καπηδάλους καλεῖ. ὡσαύτως καὶ πραξών. οὕτως δὲ τοὺς ἀγοραίους καλοῦσι Σικελοί. Τὰ εἰς 'πων' μὴ ὄντα περιεκτικὰ βαρύνεται, Λάμπων, δράπων ὁ δραπέτης ὑποκοριστικῶς, Δούπων εἷς τῶν Κενταύρων, Κάπων, Σάπων, Ἕρπων, Λύπων, σκήπων, θεράπων, Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν καὶ Λιβύης πόλις. Πολύβιος δωδεκάτῳ. πέπων τὸ πεπαινόμενον, πεπών περιεκτικόν. τὸ δὲ Εὐρυπῶν ὡς διὰ τοῦ 'ωντος' κλινόμενον περισπᾶται. Τὰ εἰς 'ρων' μετ´ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ ἢ ἐπὶ πόλεων ἢ διὰ τοῦ 'ντ' κλινόμενα, βαρύνεται, Ἅβρων, ἄφρων, πρόφρων, σώφρων, Σώφρων, Λυκόφρων, περίφρων, δαΐφρων, ἐχέφρων, μεγαλόφρων, μάκρων καὶ Μάκρωνες οἱ κατοικοῦντες τὴν Εὔβοιαν, ἣ καὶ Μάκρις, οἱ νῦν Σάννοι. Στράβων δωδεκάτῃ (p. 548) καὶ Ἑκαταῖος Ἀσίᾳ καὶ Ἀπολλόδωρος δευτέρῳ. τὸ μέντοι ἀντρών,
Pending translation