Στράβων ἑνδεκάτῃ (p. 514). Χάραξ δὲ οὐδετέρως τὰ Ζαρίασπα. Ἐνίσπη πόλις Ἀρκαδίας »καὶ ἠνεμόεσσαν Ἐνίσπην« (Β 606). νῦν δ´ οὐκ ἔστι. φασὶ δὲ ἢ τῆς Κλειτορίας γῆς εἶναι ἢ τῆς Ψωφῖδος. Εὐίππη δῆμος Καρίας. Κυδίππη Ὀχίμου θυγάτηρ. Γοργίππη πόλις Σινδική, ἣ καὶ Γοργίππεια. τὸ μέντοι σιωπή ὀξύνεται καὶ ἐνωπή, ἐσωπή, περιωπή καὶ τὸ ἐνοπή καὶ ἀστραπή καὶ ἀστεροπή καὶ ἐνιπή ἡ ἐπίπληξις. σεσημείωται τολύπη βαρύτονον ἡ ἐργασία καὶ λατυπή, χαμαιτύπη καὶ Ἀμφιτροπή ὀξύτονον δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Τὰ εἰς 'ρη' ἰωνικώτερα κατὰ τροπὴν τοῦ 'α' εἰς 'η' βαρύνεται, κόρη, Ἄσκρη πόλις Βοιωτίας, Ὀλύκρη πόλις περὶ Ναύπακτον. Ἑκαταῖος περιηγήσει Εὐρώπης. Ἀντισάρη καὶ αὕτη πόλις. τινὲς δὲ Τισάρη γράφουσι, δέρη ὁ τράχηλος, τὸ δὲ δειρή πλεονασμῷ τοῦ 'ι' ὀξύνεται. ἀθάρη. ἔστι δὲ σιτῶδές τι ἑψητόν, ὅπερ ἐν τῇ συνηθείᾳ λάθυρον καλοῦσι. Ἐφύρη ὄνομα πόλεως, ὡς παρὰ τῷ ποιητῇ (Il. Ζ 152) ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο. ἔστι δὲ ἡ νῦν λεγομένη Κόρινθος. ἔστι δὲ καὶ Ἐφύρη παρὰ τῷ Θουκυδίδῃ (I, 46, 2). Κύρη· ἔστι δὲ ὄνομα πηγῆς, ἀφ´ ἧς καὶ Κυρήνη πόλις. ἔστι δὲ καὶ νῆσος ἐν τῷ Περσικῷ κόλπῳ. Ἑκαταῖος ἐν περιηγήσεως δευτέρῳ. Τερψιχόρη. Ἀττικοὶ δὲ διὰ τοῦ 'α' φασὶ Τερψιχόρα. ἐπὶ κόρρης, σημαίνει δὲ τὸ ἐπὶ κεφαλῆς. κόρση γὰρ ἡ κεφαλὴ καὶ ἀπὸ τοῦ κόρση καὶ κόρρη ὡς ἄρσην καὶ ἄρρην. Κάτρη καὶ αὕτη πόλις Κρητικὴ ἀπὸ Κάτρεως. Ἄγρη πόλις Λυδίας. Τάφραι καὶ Τάφρη ἑνικῶς, χώρα ταφρευθεῖσα περὶ τὴν Μαιῶτιν λίμνην ὑπὸ δούλων ταῖς
Pending translation