Prosodia Catholica (Herodian)

Passage 1.342
← Index
1.342
Place names, variant spellings, ethnic names, and accent/orthographic rules in Greek lexicon (Lissēn/Blissē, Asai, Tragasai, Crete, Hypatē, Diabēta, accent shifts -τη/-τη etc.)
τε εἰς ἅλα πέτρη« (Od. γ 293). τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ 'ν' γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν »Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι«. ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'α' ἢ τῷ 'η' βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Σοφοκλεῖ »οὔτι τοι μέτρον μάτας«, ἄτη καὶ τρισυλλάβως ἐν συστολῇ τοῦ 'α' ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται.
“and into the sea, a rock” (Od. γ 293). Some take it as a proper name, the place now called Βλισσή. But Crates writes it with ν, Λισσήν. It is also called Λισσής. It belongs to the territory of Φαιστός. And the names of demes are Βησσή and Περγασή, a deme of the Ἐρεχθηΐς tribe. Further, there are also those spoken of in the plural: Ἀσαί, a village of Corinth. Theopompus, book 32 of the Philippica: “Ἀσαὶ and Μαυσός are large and populous villages.” There are also Ἀσαί in Thrace. And Τραγασαί, a place on the mainland, from Τραγάσος, in whose honor Poseidon made a fixing of salt; whence “Τραγασαῖοι salts,” as Hellanicus says in the first book of the Lesbiaca. From this too the plain is called Ἁλήσιον. And Ἀκεσαί, a city of Macedonia, and Παγασαί. Words ending in -τη, with penult α or η, are accented with the grave, unless they are assigned to a deme: πλάτη and ὠμοπλάτη, μάτη—whence also the genitive in Sophocles, “οὔτι τοι μέτρον μάτας”—ἄτη, and in three syllables, with contraction of α, ἀάτη, as in the Cyrenaean: “whether one must call her Ἀάτην among the Argives”; and ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη, the largest island, which Archilochus said as Κρεήτην by pleonasm. Some say it is from Κουρής, Κουρήτην and Κρήτην by syncope; others from Κρητός, the son of Zeus; others from Κρήτη, one of the Hesperides; others from some earth-born Κρητός. But it is better from Κρής, genitive Κρητός, Κρήτη, as Θρᾴκη and Χιτώνη and εὐφρόνη. It is also said poetically Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, with ἀρητή as the adjective. ἀήτη. Λήτη, a city of Macedonia, from the nearby established sanctuary of Leto. Διαβήτη, an island farther west than Sardinia and Corsica. There are also Διαβῆται islands around Symē. Ὑπάτη, a city of the Aenianes; it is also called Ὕπατα. There is also a region near the river Sangarius. Ἰωταπάτη, a city of Syria, also Ἰωτάπατα. Ναπάται, a city of Libya, near Ethiopia. But Βατή, when it is the deme of the Αἰγηΐς tribe, is accented with the acute, whereas βάτη, the land among the Messenians, is accented with the grave.”

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 144 (79.1%) word LCS 29 (85.3%)
Show overlap highlight
…φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν »Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι«. ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'α' ἢ τῷ 'η' βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη, ἔνθεν καὶ γεν…
Τραγασαί, χωρίον ἐν ἠπείρῳ, ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. ὁ οἰκήτωρ Τραγασαῖος. Ἀριστοφάνης Ἀχαρνεῦσι.
char LCS 132 (22.8%) word LCS 28 (22.6%)
Show overlap highlight
…ρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου…
Κρήτη, ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διὸς καὶ Ἰδαίας νύμφης παιδός, οἱ δ´ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη, ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται. λέγεται καὶ Κρής Κρητός καὶ Κρῆσσα· καὶ Κρηταῖος καὶ θηλυκῶς καὶ οὐδετέρως· καὶ Κρητεύς καὶ Κρητῆος καὶ Κρητήιος κτητικόν· καὶ θηλυκὸν Κρητηιάς. καὶ Κρηταιεύς καὶ Κρήσιος ἀπὸ τοῦ Κρής, καὶ Κρησιάς θηλυκὸν καὶ Κρησία κα…
char LCS 77 (60.2%) word LCS 13 (52.0%)
Show overlap highlight
… Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν »Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι«. ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λε…
Ἀσαί, κώμη Κορίνθου. Θεόπομπος λβʹ Φιλιππικῶν “Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι”. τὸ ἐθνικὸν Ἀσαῖος. ἔστι καὶ κώμη Θρᾴκης Ἀσαί. τὸ ἐθνικὸν τὸ αὐτό.
char LCS 68 (64.8%) word LCS 13 (65.0%)
Show overlap highlight
…ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσ…
Ὑπάτη, πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα· ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. τὸ ἐθνικὸν Ὑπαταῖος καὶ Ὑπαταία καὶ Ὑπατεύς.
char LCS 52 (30.4%) word LCS 9 (33.3%)
Show overlap highlight
…Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κρής Κρητός Κρήτη ὡς Θρᾴκη καὶ Χιτώνη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου π…
Λητή, πόλις Μακεδονίας, ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ, ὡς Θεαγένης Μακεδονικοῖς. τὸ ἐθνικὸν Ληταῖος· οὕτως γὰρ ἱστορεῖται Νέαρχος Ληταῖος, τῶν Ἀλεξάνδρῳ τῷ μεγάλῳ συστρατευσαμένων ὁ διασημότατος.
char LCS 40 (76.9%) word LCS 6 (66.7%)
Show overlap highlight
…νη καὶ εὐφρόνη. λέγεται καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Να…
Διαβήτη, νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. ἐθνικὸν τὸ αὐτό.
char LCS 34 (34.3%) word LCS 7 (38.9%)
Show overlap highlight
… εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται.
Ναπάται, πόλις Λιβύης πρὸς τῇ Αἰθιοπίᾳ. τὸ ἐθνικὸν ἔδει Ναπατίτης. ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν.
char LCS 16 (8.7%) word LCS 5 (13.5%)
Show overlap highlight
…αὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'α' ἢ τῷ 'η' βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη…
καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
char LCS 16 (4.9%) word LCS 5 (7.6%)
Show overlap highlight
…αὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ´ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί. Τὰ εἰς 'τη' παραληγόμενα τῷ 'α' ἢ τῷ 'η' βαρύνεται, εἰ μὴ ἐπὶ δήμου τάττοιτο, πλάτη καὶ ὠμοπλάτη, μάτη…
…. τὸ τοπικὸν Αἰγαῖος. καὶ τὸ πέλαγος οὕτως Αἰγαῖον πέλαγος λέγεται, καὶ ἀρσενικῶς Αἰγαῖος πόντος. ἔστι καὶ Αἰγαῖον πεδίον συνάπτον τῇ Κίρρᾳ, ὡς Ἡσίοδος. λέγεται παρὰ Αἰγᾶν ποταμὸν φερόμενον ἀπὸ τοῦ περὶ τὸ Πύθιον ὄρους, ἀφ´ οὗ καὶ τὸ πεδίον Αἰγαῖον.
char LCS 16 (4.0%) word LCS 5 (5.8%)
Show overlap highlight
… τοῦ 'α' ἀάτη, ὡς παρὰ τῷ Κυρηναίῳ εἴτε μιν Ἀργείων χρὴ καλέειν Ἀάτην καὶ ἀπάτη, ἐλάτη, Ἑκάτη, Κρήτη ἡ μεγίστη νῆσος, ἣν Κρεήτην ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν. οἱ μέν φασιν ἀπὸ τοῦ Κουρής Κουρήτην καὶ Κρήτην κατὰ συγκοπήν, οἱ δὲ ἀπὸ Κρητὸς τοῦ Διός. οἱ δὲ ἀπὸ Κρήτης μιᾶς τῶν Ἑσπερίδων, οἱ δὲ ἀπό τινος γηγενοῦς Κρητός. ἄμεινον δὲ παρὰ τὸ Κ…
Βουθρωτός, νῆσος περὶ Κέρκυραν. ἔστι καὶ πόλις. ἐκλήθη δ´ οἱ μέν φασιν ἀπὸ τοῦ οἰκιστοῦ, οἱ δὲ μυθεύονται ὅτι “Ἑλένῳ ἐκ Τροίης πλώοντι ἐπ´ ἑσπέρην, θύσαντι ἀποβατήρια ἐν Ἠπείρῳ [τὸ θῦμα] ἡ βοῦς ἀποδρᾶσα ἐκ τοῦ βουπλῆγος ᾤχετο φεύγουσα διὰ τοῦ μεταξὺ πόντου ἐς τὸν κόλπον καὶ ἐς τὴν χέρσον ἐμβᾶσα (κ…