Prosodia Catholica (Herodian)

Passage 1.345
← Index
1.345
No summary yet
ἐν τῷ Λυκίας περίπλῳ Δολίχην νῆσον πρὸς τῇ Λυκίᾳ καλεῖ. Ἀστάρτη νῆσος ἐν Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. * Τὰ εἰς 'τη' ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ (c. 23). ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. Τὰ εἰς 'φη' λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα 'α' ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος (Β 533) »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα«. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει »βαθείης τάρφεσιν ὕλης« (Il. Ε 555). Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα. * Τὰ εἰς 'φη' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'φ' σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλους 'ο', βαρύνεται, νύμφη, σίλφη, ἥν τινες τίλφην λέγουσι, Σέμφη πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. Τύμφη ὄρος Θεσπρωτικόν. Σκίρφαι πόλις Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλους ἔχουσιν 'ο'. Τὰ εἰς 'φη' παραληγόμενα τῷ 'ο' ἢ τῷ 'υ' συνεσταλμένῳ ὀξύνεται, ὀμφή, μομφή, μορφή, τροφή, ὀροφή, γλυφή, δρυφή, κορυφή. Τὰ εἰς 'φη' παραληγόμενα φύσει μακρᾷ ἢ ἑνὶ φωνήεντι βαρύνεται, Σίφη ἐπίνειον τῆς Θεσπιακῆς· λέγεται καὶ πληθυντικῶς. ἀγρίφη τὸ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 88 (81.5%) word LCS 17 (85.0%)
Show overlap highlight
… διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ (c. 23). ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. Τὰ εἰς 'φη' λήγοντα δισύλλαβα προσηγορικὰ παραληγόμενα 'α' ὀξύνεται, ἁφή, βαφή, ῥαφή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡ…
Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ. ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. ὁ νησιώτης Ἀταλανταῖος.
char LCS 88 (57.9%) word LCS 17 (58.6%)
Show overlap highlight
…Αἰθιοπίᾳ. ἔστι καὶ πόλις Συρίας ἡ ὕστερον Φιλαδέλφεια. τὸ μέντοι ἑορτή ὀξύνεται καὶ τὸ παλαιστή καὶ λεπαστή ἡ κύλιξ. τὸ δὲ Σεβαστή ἐπιθετικῶς τέτακται· ἔστι δὲ πόλις Ἀρμενίας ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. * Τὰ εἰς 'τη' ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θε…
Σεβαστή, πόλις Ἀρμενίας, ἡ νῦν Σεβάστεια καλουμένη, ὡς Ἀλέξανδρος ὁ Ἐφέσιος. ἔστι δὲ καὶ [ἐν] τῇ Σαμαρείτιδι πολίχνιον. τὸ ἐθνικὸν Σεβαστηνός. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως.
char LCS 78 (72.2%) word LCS 13 (72.2%)
Show overlap highlight
…. ἔστι δὲ καὶ ἐν τῇ Σαμαρείτιδι πολίχνιον. λέγεται καὶ ἡ πρὸς τῇ Κωρύκῳ χερρόνησος οὕτως. * Τὰ εἰς 'τη' ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ (c. 23). ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. Τὰ ε…
Ἀλλάντη, πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. τὸ ἐθνικὸν Ἀλλάντιος ὡς Παλλάντιος.
char LCS 35 (28.2%) word LCS 7 (29.2%)
Show overlap highlight
…φή, γραφή, ταφή, σκαφή τὸ σκάμμα, σκάφη τὸ πλοῖον παρώνυμον ἀπὸ τοῦ σκάφος ὡς κάρφη ἀπὸ τοῦ κάρφος. Τὰ δὲ κύρια βαρύνεται, Τάρφη πόλις Λοκρῶν. Ὅμηρος (Β  533) »Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα«. λέγουσι δ´ αὐτὴν ἀπὸ τῆς περὶ Φαρύγας κρήνης. οἱ δὲ καὶ αὐτὴν καὶ τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει »βαθείης τάρφεσιν ὕλη…
Θρόνιον, πόλις Λοκρῶν. Ὅμηρος “Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα”. τὸ ἐθνικὸν Θρόνιος καὶ Θρονίτης καὶ Θρονιεύς. τὸ δὲ Θρονίτης ἀπὸ τοῦ Θρονιώτης.
char LCS 31 (46.3%) word LCS 5 (38.5%)
Show overlap highlight
…Φοινίκης καὶ τὰ τοιαῦτα. * Τὰ εἰς 'φη' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'φ' σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλους 'ο', βαρύνεται, νύμφη, σίλφη, ἥν τινες τίλφην λέγουσι, Σέμφη πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. Τύμφη ὄρος Θεσπρωτικόν. Σκίρφαι πόλις Φωκική. τὸ δὲ ὀμφή, μορφή πρὸ τέλους ἔχουσιν 'ο'. Τὰ εἰς 'φη' παραληγόμενα τῷ 'ο' ἢ τῷ 'υ' συνεσταλμένῳ ὀξύνεται, ὀμφή, μομ…
Σέμφη, ὡς Τύμφη, πόλις τῆς κατὰ Εὐφράτην Ἀραβίας. τὸ ἐθνικὸν Σεμφαῖος καὶ Σεμφηνός.
char LCS 28 (30.8%) word LCS 5 (27.8%)
Show overlap highlight
… εἰς 'τη' ὑπερδισύλλαβα ἔχοντα κατὰ διάστασιν σύμφωνον βαρύνεται, Ἀλλάντη πόλις Μακεδονίας καὶ Ἀρκαδίας. Θεόπομπος δ´ ἐν πρώτῳ Φιλιππικῶν Ἀλλάντιον αὐτὴν εἶπε. Ἀργάντη πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. Ἀταλάντη, ἡ ὑπ´ Ἀθηναίων κτισθεῖσα παρὰ Λοκροῖς. Θουκυδίδης δευτέρᾳ (c. 23). ἔστι δὲ νῆσος. καὶ ἄλλη πρὸς τῷ Πειραιεῖ. Τὰ εἰς 'φη' λήγοντα δισύλλαβα προσηγορι…
Ἀργάντη, πόλις Ἰνδίας, ὡς Ἑκαταῖος. τὸ ἐθνικὸν ἔδει Ἀργανταῖος, ἀλλὰ ὁ τύπος τῶν Ἰνδῶν ἢ Ἀργαντηνός ἢ Ἀργαντίτης.
char LCS 21 (55.3%) word LCS 5 (62.5%)
Show overlap highlight
… τὸν τόπον διὰ τὴν τῆς ὕλης πυκνότητα τὰ πυκνὰ γὰρ τάρφεα Ὅμηρος λέγει »βαθείης τάρφεσιν ὕλης« (Il. Ε  555). Σκάρφη πόλις Εὐβοίας, ἣ πρότερον Ἐτεωνός ἐκαλεῖτο. Τράφη πόλις πρὸς τῷ Πόντῳ. Ἄμφη· οὕτως ἐκαλεῖτο Κάσος, μία τῶν Κυκλάδων, Σάμφη πόλις Φοινίκης καὶ τὰ τοιαῦτα. * Τὰ εἰς 'φη' δισύλλαβα ἔχοντα πρὸ τοῦ 'φ' σύμφωνον, ὁπότε μὴ ἔχοι πρὸ τέλο…
Τράφη, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Τραφαῖος.