Prosodia Catholica (Herodian)

Passage 1.346
← Index
1.346
No summary yet
σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον. Τὰ εἰς 'φη' ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα 'α' βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο· τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται. Τὰ εἰς 'χη' δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύπος, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄρος τῆς Εὐβοίας βαρύνεται. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα«. Τὰ εἰς 'χη' ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται. Τὰ εἰς 'χη' ὑπερδισύλλαβα εἰς 'α' ἢ 'υ' παραληγόμενα, εἰ μὴ κύρια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν. Τὰ εἰς 'χη' παραληγόμενα 'ι' βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. * Τὰ εἰς 'χη' ὑπερδισύλλαβα παραληγόμενα 'ο' σπάνια ὄντα βαρύνεται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 189 (90.4%) word LCS 22 (62.9%)
Show overlap highlight
σκάφιον, κνήφη, ἀκαλήφη ἡ κνίδη. τὸ δὲ ἀλοιφή ὀξύνεται δύο φωνήεντα ἔχον. Τὰ εἰς 'φη' ὑπερδισύλλαβα κύρια ἢ παραληγόμενα 'α' βαρύνεται, ἀράφη, Ἀνάφη νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥτις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο· τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. σκιδάφη ἡ ἀλώπηξ, Ἱεράφη νῆσος Λιβύης. Ἑκαταῖος περιηγήσει. Ἐρίφη κύριον. Τηλέφη ἡ τῆς Εὐρώπης μήτηρ, ἣ καὶ Τηλεφάη καλεῖται. Τὰ εἰς 'χη' δισύλλαβα παραληγόμε…
Ἀνάφη, νῆσος μία τῶν Σποράδων πλησίον Θήρας, ἥ τις ἀπὸ Μεμβλιάρου τοῦ σὺν Κάδμῳ πλεύσαντος εἰς ἀναζήτησιν Εὐρώπης Μεμβλίαρος ἐκαλεῖτο. τοῖς δ´ Ἀργοναύταις ὑπὸ χειμῶνος τρυχομένοις καὶ σκοτομήνης ἀναφανεῖσα Ἀνάφη ἐπικέκληται. καὶ Ἀναφαῖος τὸ ἐθνικόν.
char LCS 152 (22.9%) word LCS 37 (26.8%)
Show overlap highlight
…καλεῖται. Τὰ εἰς 'χη' δισύλλαβα παραληγόμενα φωνήεντι προσηγορικὰ ὀξύνεται, ἠχή, βληχή, ψυχή, βρυχή ὁ κτύπος, βροχή, ὀχή, τὸ δὲ Ὄχη ὄρος τῆς Εὐβοίας βαρύνεται. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοία…
Κάρυστος, πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἀπὸ Καρύστου τοῦ Χείρωνος. Θεοδωρίδας Χειρωνίαν αὐτήν φησι. κεῖται δ´ ἡ πόλις πρὸς τῷ Μυρτῴῳ πελάγει ὑπὸ τῷ ὄρει Ὄχῃ. ἐκλήθη δὲ τὸ ὄρος ἀπὸ τῆς [ἐκεῖ ὀχείας, ἤτοι] τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας, ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ· οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐν ταύτῃ τῇ πόλει γίνεται “λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὕφη χειρόμακτρα γίνεσθαι, ῥυπωθέντα δὲ εἰς φλόγα βάλλεσθαι καὶ ἀποκαθαίρεσθαι τὸν πίνον τῇ πλύσει παραπλησίως”. ἐκαλεῖτο δὲ καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος …
char LCS 129 (16.3%) word LCS 18 (11.8%)
Show overlap highlight
…ολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. * Τὰ εἰς 'χη' ὑπερδισύλλαβα παραληγόμενα 'ο' σπάνια ὄντα βαρύνεται, οἷον Ἀστυόχη ἡ μήτηρ Τληπολέμου.
Ἐρυσίχη, πόλις Ἀκαρνανίας, ἥ τις ὕστερον Οἰνιάδαι ὠνομάσθη. καὶ τινὲς δὲ τὴν χώραν τῶν Οἰνιαδῶν πᾶσαν Ἐρυσίχην ὠνόμασαν ἀπὸ Ἐρυσίχης τῆς Ἀχελῴου θυγατρός. τὸ ἐθνικὸν Ἐρυσιχαῖος, περὶ οὗ πολὺς λόγος τοῖς ἀρχαίοις. ὁ τεχνικὸς γὰρ καὶ Ἡρωδιανός φασιν ὅτι σεσημείωται τὸ Ἐρυσίχαιος προπαροξυνόμενον ἐν τοῖς ἐθνικοῖς. μήποτε οὖν τὸ χαῖον ἐγκεῖσθαι, ὅ ἐστιν ἡ βουκολικὴ ῥάβδος, καὶ …
char LCS 97 (46.0%) word LCS 16 (39.0%)
Show overlap highlight
…άτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα«. Τὰ εἰς 'χη' ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται.…
Χωχή, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δεκάτῳ “καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην ᾗ τινι Χωχὴ ὄνομα”. τὸ ἐθνικὸν δύναται καὶ Χωχηνός καὶ Χωχαῖος, ὡς τὰ παρακείμενα χωρία Καρραῖος Καρρηνός, Βατναῖος Βατνηνός.
char LCS 66 (48.9%) word LCS 11 (44.0%)
Show overlap highlight
…διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ β…
Τύχη, πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. ἔστι δὲ καὶ Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας. τὸ ἐθνικὸν τῆς Τύχης Τυχαῖος.
char LCS 53 (58.2%) word LCS 9 (60.0%)
Show overlap highlight
…αὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ …
Τρῦχαι, πόλις Εὐβοίας. Λυκόφρων δὲ μεταφράσας Τρύχαντα καλεῖ. τὸ ἐθνικὸν Τρυχεύς, τοῦ δὲ Τρύχαντος Τρυχάντιος.
char LCS 34 (14.0%) word LCS 7 (15.9%)
Show overlap highlight
…ια εἴη, ὀξύνεται, στοναχή, ταραχή, ἰαχή, ἀλυχή, διδαχή, τὸ δὲ μαλάχη βαρύνεται. τὸ δὲ Μαράχη πόλις Ἰνδικὴ κύριόν ἐστιν. Τὰ εἰς 'χη' παραληγόμενα 'ι' βαρύνεται, Δολίχη νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. δολιχή δὲ ἡ μακρά. μαστίχη, σαβαρίχη τὸ τῆς γυναικὸς αἰδοῖον, πυρρίχη, Μυστίχη. Ἐρυσίχη πόλις Ἀκαρνανίας, ἥτις ὕστερον Ο…
Δολίχη, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας περίπλῳ Δολιχίστην αὐτήν φησιν. ἔστι καὶ Δολίχη πόλις τῆς Κομμαγηνῆς. ἐθνικὸν Δολιχαῖος Ζεύς· οἱ δ´ ἐπιχώριοι Δολιχηνοί λέγονται. τῆς δὲ Λυκιακῆς Δολίχης Δολιχεύς. ὁ γὰρ τύπος συνήθης τοῖς Λυκίο…