Prosodia Catholica (Herodian)

Passage 1.35
← Index
1.35
Discussion of Greek place-name and noun forms ending in -ων and -ρων, with examples (Ἀντρῶν, Ἑβρὼν, Ἰστρών, Θήρων, Νέρων, etc.), notes on gender variation, diphthong effects, declension and mythic/place-name references.
λουτρών, ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. ὡς δὲ ἐπὶ πόλεων ὀξύνονται Ἀντρών «ἀγχίαλον τ´ Ἀντρῶνα» (Β 697). Ζηνόδοτος δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ 'ντ' κλινόμενα περισπᾶται. Τὰ εἰς 'ρων' μὴ παραληγόμενα τῇ 'οι' ἢ 'αι' διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται, Θήρων, Νέρων, γέρων, Τρήρων, Χάρων, Χείρων Χείρωνος ἐπὶ τοῦ Κενταύρου καὶ χείρων χείρονος τὸ συγκριτικόν. Μάρων, Νάρων ποταμός, Σάρων τόπος Τροιζῆνος, πτέρων, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Σκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου, καὶ σφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος δευτέρῳ ἱερειῶν Ἥρας—διὰ τὰς διφθόγγους. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρως καὶ πόλις Αἰτωλίας, Βραυρών ἥρως καὶ δῆμος τῆς Ἀττικῆς, Τιταρών, ἥρως καὶ πόλις Θετταλίας, ἣν Τίταρον Λυκόφρων (v. 904) φησί, Κιθαιρών ὡς τοπικὰ ἢ πόλει ὁμώνυμα. Τὰ εἰς 'σων' ἀρσενικὰ καὶ θηλυκά, εἰ μὴ ἐθνικὰ εἴη ἢ ἐπὶ πόλεων
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 49 (6.7%) word LCS 8 (6.2%)
Show overlap highlight
…, Πέρων, Φέρων, Ἱέρων, Ἀχέρων, εἴρων, ἀπείρων, Ὑπείρων, Σκίρων, Μύρων, Πύρων. τὸ δὲ οἰρών, οὕτως δὲ ἡ χάραξις τοῦ ἀρότρου, καὶ σφαιρών καὶ Χαιρών ὄνομα κύριον. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος δευτέρῳ ἱερειῶν Ἥρας—διὰ τὰς διφθόγγους. καὶ τὸ προθυρών, θυρών, ἀχυρών, Πλευρών ἥρως καὶ πόλις Αἰτωλίας, Βραυρών ἥρως καὶ δῆμος τῆς Ἀττικῆς, Τιταρών, ἥρως καὶ…
Χαιρώνεια, πόλις πρὸς τοῖς ὅροις Φωκίδος. Ἑκαταῖος Εὐρώπῃ “ἐν δὲ Χαιρώνεια πόλις τὰ πρῶτα”. κέκληται ἀπὸ Χαίρωνος. Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ “λέγεται δ´ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα”. τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς Ἑλλάνικος ἐν δευτέρῳ ἱερειῶν Ἥρας ...... “Ἀθηναῖοι καὶ [οἱ] μετ´ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι καὶ Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον”. ἐκαλεῖτο δὲ ἡ πόλις καὶ Ἄρνη, τὸ ἀρχαῖον. ὅθεν καὶ Ὅμηρος, ὡς ἔμοιγε δ…

char LCS 38 (22.8%) word LCS 8 (25.0%)
Show overlap highlight
…ών «ἀγχίαλον τ´ Ἀντρῶνα» (Β  697). Ζηνόδοτος δὲ γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ 'ντ…
Ἀντρών, πόλις Θετταλίας .... Ζηνόδοτος δὲ γράφει “ἀγχιάλην τ´ Ἀντρῶνα”. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. ὁ πολίτης Ἀντρώνιος. ἐξ οὗ καὶ παροιμία “Ἀντρώνιος ὄνος”. [εὐφυεῖς γὰρ πρὸς μύλωνας ἔχει λίθους.]
char LCS 31 (63.3%) word LCS 6 (66.7%)
Show overlap highlight
… γράφει «ἀγχιάλην Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. λέγεται δὲ διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. Ἑβρών πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. Ἰστρών, ὡς Ἀρτεμίδωρός φησιν Ἴστρον, πόλιν Κρήτης. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν παιδοτρίβης τις ἱστορεῖται ὡς διὰ τοῦ 'ντ' κλινόμενα περισπᾶται. Τὰ εἰς 'ρων' μ…
Ἐβρών, πόλις ἐν Χαναναίᾳ τῆς Ἰουδαίας. τὸ ἐθνικὸν
Ἐβρωνηρός.