τὸ οὐδέτερον, ἅπας ἅπαν, σύμπας σύμπαν, τάλας τάλαν, μέλας μέλαν. Τὰ ἀπὸ τῶν εἰς 'εις' ὑπὲρ μίαν συλλαβὴν οὐδέτερα εἰς 'εν' λήξαντα ἐν μὲν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον φυλάττουσι, οὐ μὴν δὲ ἀεὶ τὸν αὐτόν, φωνήεις φωνῆεν, αὐδήεις αὐδῆεν, χαρίεις χαρίεν. τὸ γὰρ προπαροξύτονον ἐπίρρημά ἐστιν. τυφθείς τυφθέν. Τὰ εἰς 'ες' οὐδέτερα τῶν εἰς 'ης' ὀξυτόνων ὁμοτονοῦσιν αὐτοῖς, εὐσεβής εὐσεβές, ἀληθής ἀληθές καὶ ἄληθες παρ´ Ἀττικοῖς τὸ ἐπίρρημα, ἑξαετής ἑξαετές, τριετής τριετές, αὐτοετής αὐτοετές, τὸ δὲ αὐτόετες ἐπιρρηματικῶς προπαροξύνεται, ὡσαύτως ἐπιτηδής ἐπιτηδές, ἐπίτηδες δὲ ἐπίρρημα. Τὰ βαρύτονα εἰς 'ης' ἔχοντα δὲ οὐδέτερα εἰς 'ες' ἢ προπερισπώμενα αὐτὰ ἔχει ἢ προπαροξύτονα. Τὰ μὲν οὖν διὰ τοῦ 'ηρης' ἔχει προπερισπώμενα, ὀλιγήρης ὀλιγῆρες, θυμήρης θυμῆρες, τὸ δὲ θυμαρές ἀπὸ τοῦ θυμαρής γέγονε, ξιφήρης ξιφῆρε��, πλήρης πλῆρες. Τὰ διὰ τοῦ 'ωδης', εἰ ἔχει οὐδέτερα, προπερισπώμενα αὐτὰ ἔχει, εὐώδης εὐῶδες, γεώδης γεῶδες. Ἔτι τὰ διὰ τοῦ 'ωρης', νεώρης νεῶρες, αὐτώρης αὐτῶρες καὶ τὰ παρὰ τὸ ὄλω συντεθειμένα, ἐξώλης ἐξῶλες, πανώλης πανῶλες. τὰ δὲ ἄλλα προπαροξύνονται, ἐξαιρέτως τὰ παρ´ οὐδετέρων συντεθέντα βαρύτονα, εὐμήκης εὔμηκες, κακοήθης κακόηθες, μεγακήτης μεγάκητες. καὶ τὰ παρὰ τὸ 'ηκης', τανυήκης τανύηκες. καὶ τὰ παρὰ τὸ 'αδης' καὶ 'αρκης', αὐθάδης αὔθαδες, αὐτάρκης αὔταρκες. τὸ μέντοι ποδάρκης βαρύτονον ἔχει τὸ ποδαρκές οὐδέτερον ὀξυνόμενον, ἡ δὲ κλητικὴ πόδαρκες ὡς αὔταρκες, τῶν ἄλλων ὁμοφωνούντων τῇ κλητικῇ τοῦ ἀρσενικοῦ. Τὰ παρὰ τὸ 'αντης' οὐδέτερα προπαροξύνονται, κατάντης κάταντες, προσάντης πρόσαντες, ἀνάντης ἄναντες καὶ τὰ ὅμοια. Τὰ εἰς 'ον' μετοχῶν οὐδέτερα ὁμοτονοῦσι τοῖς ἀρσενικοῖς, ὁ λαβών τὸ λαβόν, ὁ φαγών τὸ φαγόν. Τῶν εἰς 'ων' βαρυτόνων τὰ οὐδέτερα ὁμοτονοῦσι ταῖς κλητικαῖς τῶν
Pending translation