Prosodia Catholica (Herodian)

Passage 1.353
← Index
1.353
No summary yet
ἐπὶ τῷ Εὐφράτῃ, ὃν Ἀλέξανδρος ζεύξας ἁλύσεσι διεβίβασε τὰ στρατόπεδα. ῥῆγμα καὶ Ῥῆγμα πόλις καὶ κόλπος περὶ τὸν Περσικὸν κόλπον. δῆγμα, δεῖγμα, λῆμμα, τύμμα, οἶμα, ὅπερ ἐστὶ μονῆρες. οὐδὲν γὰρ εἰς 'μα' λῆγον καθαρὸν δισύλλαβον οὐδέτερον πρὸ τέλους ἔχει τὴν 'οι' δίφθογγον, ἀλλὰ μόνον τὸ οἶμα, τὸ γὰρ οἶδμα οὐ καθαρεῦον. δύναται γὰρ καὶ ἀπὸ συμφώνου ἄρχεσθαί τινα ἢ ἀπὸ συμφώνων, ἵνα μή τις λέγῃ, ὅτι ἄλλο οἶμα ἐπιζητῶ. διὸ ἔθηκα πρὸ τέλους. —τὰ δὲ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, ποίημα, ὄρυγμα, τέλεσμα, μελέτημα, βούλημα, εὕρημα. λέγεται καὶ εὕρεμα διὰ τοῦ 'ε'· καί εἰσι μὲν καὶ ἀμφοτέρων χρήσεις, κρείττων δὲ ἡ διὰ τοῦ 'η' ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. ὄνομα, ὅ ἐστι μονῆρες. οὐδὲν γὰρ εἰς 'μα' λῆγον οὐδέτερον ἁπλοῦν ἐν ταῖς πρὸ τέλους δύο συλλαβαῖς δισσὸν ἔχει τὸ 'ο', ὡς δῆλον ἐκ τῶν τοιούτων, ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, στεφάνωμα, χρύσωμα, κώλυμα, ἔλυμα, ἔρυμα καὶ ἄλλο μυρίον πλῆθος τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡς τὸ ὄνομα μονῆρές ἐστι· καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλους τὸ 'ο' ἔχει καὶ ἡ πρὸ τέλους. Αἰολεῖς δὲ ὄνυμα λέγοντες αὐτὸ ἀπολύουσι τοῦ προκειμένου ἐλέγχου. πρόσκειται τῷ κανόνι ἁπλοῦν, ἵνα μή τις ταῦτα σύνθετα ὄντα ὡς ἀντιπίπτοντα παρατάξῃ συνεχῶς ἐν τῇ συνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται. τούτων οὖν οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἐν τῷ ὄνομα οἱ Αἰολεῖς τὸ ἐν τῇ παραληγούσῃ 'ο' ἔτρεψαν εἰς τὸ 'υ' οἷον ὄνυμα καὶ μὴ τὸ ἐν τῇ προπαραληγούσῃ οἷον ὔνομα. Ἔστιν οὖν εἰπεῖν τὰς αἰτίας ταύτας· πρῶτον μὲν ὅτι τὸ ἐν τῇ παραληγούσῃ 'ο' γνήσιόν ἐστιν, ἀπὸ γὰρ τοῦ νέμω γέγονε νόμα καὶ κατὰ πλεονασμὸν τοῦ 'ο' ὄνομα, τὸ δὲ ἐν τῇ ἀρχούσῃ ἀπὸ πλεονασμοῦ ἐστιν. ἄτοπον δέ ἐστι τὸ ἀπὸ πλεονασμοῦ τραπῆναι, ἵνα εὑρεθῶσι δύο πάθη, πλεονασμὸς καὶ τροπή. δεύτερον δὲ ὅτι καὶ ὁ χαρακτὴρ ἀπαιτεῖ τὸ ἐν τῇ παραληγούσῃ 'ο' τραπῆναι. πολλὰ γάρ εἰσιν εἰς 'α' οὐδέτερα διὰ τοῦ 'υμα' ἐκφερόμενα οἷον κώλυμα, ἔρυμα, κῦμα, θῦμα. οὕτως οὖν καὶ ὄνομα. καὶ τούτου χάριν τὸ ἐν τῇ παραληγούσῃ ἐτράπη καὶ οὐ τὸ ἐν τῇ ἀρχούσῃ. Εἰς 'α' μακρὸν ἢ εἰς 'η' ἐπὶ ἑνικῆς εὐθείας ὀνόματος οὐδετέρου οὐκ ἔστιν εὑρεῖν· τὸ γὰρ κάρα ἀπὸ τοῦ κάρανον καὶ τὸ κάρη ἀπὸ τοῦ κάρηνον ἀποκέκοπται. τὸ γὰρ καρή ὀξύτονον θηλυκόν ἐστιν.
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

No overlaps computed yet.