τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλ´ ἀπὸ ῥήματος ἐσχημάτισται. Τὰ διὰ τοῦ 'διον' ἀπὸ παραγωγῆς ἔχοντα τὸ 'δ' προπαροξύνεται, μύδιον, βοτρύδιον, ἰχθύδιον, σικύδιον, ὀφρύδιον, πιτύδιον, ὀσφύδιον. Βοιωτίδιον ἐκ Βοιώτιος. Ἀριστοφάνης Ἀχαρνεῦσιν (v. 872) »ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. κῴδιον, βοΐδιον, βιβλίδιον, ὀΐδιον καὶ ἐν συναιρέσει οἴδιον, ζῴδιον, στῴδιον, καλώδιον, φυσείδιον, λεξείδιον, γῄδιον, κλινήδιον, πορνήδιον. τὸ δὲ παιδίον, κλειδίον, δᾳδίον τὸ 'δ' οὐκ ἔχει ἐκ παραγωγῆς. τὸ δὲ δορκάδιον, ἀσπίδιον. Μένανδρος «ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον» καὶ κροκύδιον ὑπερτρισύλλαβα προπαροξύνεται. Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα ἔχοντα πρὸ τοῦ 'ι' 'ρ' ἢ 'λ', μὴ ὄντα ὑποκοριστικὰ μηδὲ ἔχοντα τὸ 'η' ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθος, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον. φράτριον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ 'η' καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον. * Τὰ διὰ τοῦ 'ιον' οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους μακράν, διὰ τοῦ 'ι' ἐκφερομένην, ἤτοι μόνου ἢ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον, ποίμνιον, Σίγριον, λείριον, ἴτριον, μείλιον. σπάνια δὲ τὰ
Pending translation