Prosodia Catholica (Herodian)

Passage 1.358
← Index
1.358
discussion of accentuation of -ιον and place names; examples of proparoxytone vs paroxytone forms; list of Greek place names and remarks on Homeric forms and accentuation
παροξυνόμενα ὥσπερ τὸ ἰνίον. τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον. * Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ 'ι' δύο σύμφωνα ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν παροξύνεσθαι θέλει, ὁπότε πρὸ τοῦ 'ι' οὐκ ἔστιν ἀμετάβολον οἷον ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον. τὸ μέντοι ὅρκιον προπαροξυνόμενον κτητικοῦ τύπου ἔχεται· ἐπεὶ δὲ ταὐτόσημόν ἐστι τῷ ὅρκῳ, παρωνύμῳ εἴδει ὑποπεπτωκέναι φαμὲν ὡς τὸ Αἰτώλιος, κάπριος, αἰζήϊος· εἶπον ὁπότε πρὸ τοῦ 'ι' οὐκ ἔστιν ἀμετάβολον, διὰ τὸ ἴκριον καὶ ἴχνιον. Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα κύρια προπαροξύνονται, Ἴλιον πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» (Il. Ο 71) νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ (c. 113). ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις.
Accented on the penult, like ἰνίον; for τειχίον is a diminutive, and likewise κλειδίον. Trisyllabic appellatives in -ιον that have before the ι two consonants, either in combination or separated, are required to be accented on the penult, whenever before the ι there is no “immutable” consonant, as in ἱστίον, κυμβίον, ἰσχίον, ἑρκίον. Ὅρκιον, however, being accented on the antepenult, follows the type of possessive adjectives; but since it is synonymous with ὅρκος, we say that it has fallen under the class of denominatives, like Αἰτώλιος, κάπριος, αἰζήϊος. I said “whenever before the ι there is no immutable consonant” because of ἴκριον and ἴχνιον. Trisyllabic proper names in -ιον are accented on the antepenult: Ἴλιον, a city of the Troad, from Ἴλος, which the Trojans called Ἄτη and the hill of Ἄτη. It is neuter in all authors, but in Homer feminine; for the line «Ἴλιον αἰπύ» (Il. Ο 71) Aristarchus rejects as spurious. A second (Ἴλιον) is in the Propontis by the river Ryndacus; a third in Macedonia, a foundation of Helenus; a fourth in Thessaly; a fifth in Thrace near Bizye. Δέρριον. Ῥήγιον, a Greek city. Ἴσθμιον. Ῥύτιον, a city of Crete (Il. Β 648), which Tyrannion does not correctly accent on the penult like πεδίον; for it is neither a diminutive, nor, even if it were a diminutive, would it be accented on the penult, since it has three short syllables. Θρόνιον, Σπήλιον. Ὄβριον, the mountain. Κούριον, a city of Cyprus, from Κουρεύς, the son of Cinyras; Herodotus in the fifth book (c. 113). There is also a city of Aetolia. Χώριον, the city; for in the diminutive it is accented on the penult. Δαύνιον, a city of Italy. Lycophron (v. 1254): «ὑπὲρ Λακίου Δαυνίου τ᾽ ᾠκισμένην». Οἴνιον. Σέστιον, a city inland of the Oenotrians. Αἴγιον, a city of Achaea, as Eudoxus in the sixth book. Σούνιον, a deme of the Leontis tribe; but Homer calls it a headland: «ἀλλ᾽ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον, a city of Messenia, one of the three which Homer mentions: «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον, formerly the central district of Gortyn in Crete; and there is also a Πύθιον of Macedonia, in which the Pythian games are celebrated; and there is also a Πύθιον near the Astacene gulf. Ἄκτιον, a city of the Acarnanians, the first for those starting from the Ambracian gulf. And the sanctuary of Apollo is also called Ἄκτιον, and likewise the headland that forms the mouth of the gulf, and the city.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 103 (33.3%) word LCS 17 (27.0%)
Show overlap highlight
…πόλις Τρῳάδος ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. οὐδετέρως παρὰ πᾶσι, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ «Ἴλιον αἰπύ» (Il. Ο 71) νοθεύει Ἀρίσταρχος. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. Δέρριον. Ῥήγιον πόλις Ἑλληνίς. Ἴσθμιον. Ῥύτιον πόλις Κρήτης (Il. Β 648), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκορι…
Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον· δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς “Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ”, καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ´ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ “Ἴλιον αἰπύ” νοθεύει Ἀρίσταρχος.
char LCS 80 (19.7%) word LCS 20 (23.3%)
Show overlap highlight
…εδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις.
Ἄκτιον, πόλις Ἀκαρνάνων, ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ἐν ταύτῃ Ἀπόλλωνος γυμνικὸς ἀγὼν καὶ ἱππικὸς καὶ πλοίων ἅμιλλα διὰ τριετηρίδος ἦν. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου καὶ ἡ πόλις καὶ ὁ Ἀπόλλων καὶ ὁ πολίτης. λέγεται καὶ Ἀκταῖος Ἀπόλλων καὶ Ἀκτιακός. λέγεται [καὶ Ἀκταιώτης] καὶ Ἀκταιῶτις θηλυκόν. Ἀρκάδιος δ´ ἐν τῇ ὀρθογραφίᾳ φησίν “Ἀκτία καὶ ἡ πόλις καὶ ἡ ἑορτή”. ἀλλ´ ἡ μὲν ἑορτὴ βαρύνεται, τὰ Ἄκ…
char LCS 62 (44.9%) word LCS 12 (46.2%)
Show overlap highlight
…νιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρ…
Σούνιον, δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ “ἀλλ´ ὅτε Σούνιον ἄκρον”. ὁ δημότης Σουνιεύς ὡς Ἰλιεύς. τὰ τοπικὰ Σουνιόθεν Σούνιόνδε Σουνιοῖ. καὶ τὸ θηλυκὸν Σουνιάς.
char LCS 58 (40.8%) word LCS 10 (37.0%)
Show overlap highlight
…8), ὅπερ Τυραννίων οὐκ εὖ παροξύνει ὡς πεδίον· οὔτε γὰρ ὑποκοριστικόν, οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο, καθότι τρίβραχυ. Θρόνιον, Σπήλιον. Ὄβριον τὸ ὄρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ (c. 113). ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμέν…
Κούριον, πόλις Κύπρου, ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ. τὸ ἐθνικὸν Κουριεύς. καὶ Ἀριστοκλῆς Κουριεὺς ἦν. τὸ θηλυκὸν Κουριάς, καὶ ἡ χώρα. ἔστι καὶ πόλις Αἰτωλίας.
char LCS 56 (3.8%) word LCS 12 (4.2%)
Show overlap highlight
…ωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου.…
Δώριον, πόλις μία τῶν τριῶν ὧν Ὅμηρος μνημονεύει “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. Δικαίαρχος δὲ τέτταρας ταύτας εἶναί φησι, καὶ Πτελέας, οὐ Πτελεόν τὴν μίαν καλεῖ, κατὰ τὸ πρῶτον τοῦ βίου τῆς Ἑλλάδος βιβλίον “τῶν δ´ ἐν τῇ Πελασγιώτιδι χώρᾳ Δωριέων κατοικούντων μέρος τι μετὰ τῶν ἐν ταῖς ἐσχάταις . .…
char LCS 54 (28.1%) word LCS 9 (26.5%)
Show overlap highlight
…ρος. Κούριον πόλις Κύπρου ἀπὸ Κουρέως τοῦ Κινύρου παιδός. Ἡρόδοτος πέμπτῃ (c. 113). ἔστι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄ…
Δαύνιον, πόλις Ἰταλίας. Λυκόφρων “ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην”. τὸ ἐθνικὸν Δαύνιοι, καὶ Δαυνία τὸ θηλυκόν, καὶ Δαυνική κατὰ συγκοπὴν ἀπὸ τοῦ Δαυνιᾶται, καὶ Δαυνιατικός. ἔστι καὶ Δαύνιον τεῖχος πόλις Θρᾴκης. ὁ πολίτης Δαυνιοτειχίτης.
char LCS 43 (17.1%) word LCS 9 (18.8%)
Show overlap highlight
…γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. Ἄκτιον πόλις Ἀκαρνάνων πρώτη ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου ἀρξαμένοις. ὁμωνύμως δὲ λέγεται καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνο…
Πύθιον, τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. οἱ κατοικοῦντες Πυθιεῖς καὶ οἱ τὸ Πύθιον οἰκοῦντες. ἐν ᾧ Ἀπόλλωνος ἱερόν ἐστι. καὶ Μακεδονίας Πύθιον ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. Πύθιος οὖν τὸ ἐθνικόν. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. οἱ κατοικοῦντες Πυθιανοί καλοῦνται καὶ Πυθιανὰ ποτήρια.
char LCS 32 (34.8%) word LCS 7 (35.0%)
Show overlap highlight
…ς, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτε…
Αἴγιον, πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. ὁ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός “ὑμεῖς δ´ Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι”.
char LCS 30 (46.9%) word LCS 5 (38.5%)
Show overlap highlight
…τι καὶ πόλις Αἰτωλίας. Χώριον ἡ πόλις, ἐπὶ γὰρ ὑποκοριστικοῦ παροξύνεται. Δαύνιον πόλις Ἰταλίας. Λυκόφρων (v. 1254) «ὑπὲρ Λακίου Δαυνίου τ´ ᾠκισμένην». Οἴνιον. Σέστιον πόλις ἐν μεσογείᾳ Οἰνωτρῶν. Αἴγιον πόλις Ἀχαΐας, ὡς Εὔδοξος ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία…
Σέστιον, πόλις ἐν μεσογείᾳ Οἰνώτρων. τὸ ἐθνικὸν Σεστιεύς, ὡς τὰ εἰς « ον » οὐδέτερα.
char LCS 26 (11.4%) word LCS 6 (12.2%)
Show overlap highlight
…ἐν ἕκτῃ. Σούνιον δῆμος Λεοντίδος φυλῆς. Ὅμηρος δὲ ἄκρον καλεῖ «ἀλλ´ ὅτε Σούνιον ἄκρον» (Od. γ 278). Δώριον πόλις Μεσσηνίας μία τῶν τριῶν, ὧν Ὅμηρος μνημονεύει «καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον» (Β 594). Πύθιον τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ τὰ Πύθια ἐπιτελεῖται. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου.…
Ἕλος, πόλις Λακωνική. “καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον”. παρὰ τὸ ἐν ἕλει εἶναι. οἱ πολῖται Εἵλωτες. τῇ ἐκτάσει καὶ τῷ γένει καὶ τῇ προσθέσει τοῦ « ι » διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται, καὶ ἡ χώρα Εἱλωτία, καὶ θηλυκόν Εἱλωτίς, καὶ κτητικὸν Εἱλωτικός. ἔστ…