Prosodia Catholica (Herodian)

Passage 1.36
← Index
1.36
Accentuation rules for Greek proper names and place-names: behavior of grave vs. acute accents, periektika (collective forms), ethnics, forms with -ντ, and examples of rivers, cities, and personal names.
ἢ περιεκτικά, βαρύνεται, Παύσων, Θράσων, Γράσων, καὶ γράσων, καύσων, μάσσων καὶ Μάσσων ποταμὸς ἐν Πελοποννήσῳ, κρείσσων, πάσσων, Πράσων εἷς τῶν Αἰγύπτου παίδων, Κτήσων, Μύρσων, Λεύσων ὄνομα κυνός, Γλίσων, Ἰάσων, Τελέσων, Ὀνάσων, Τυλίσων. Αὔσων ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐσών ὁ Ἰταλός, Λυκόφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» (v. 922) ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀλοοσσόνα λευκήν» (Β 739) ὀξύνεται ὡς ἐπὶ πόλεων. καὶ τὸ κισσών ὡς περιεκτικόν. τὸ δὲ Συλοσῶν ὡς διὰ τοῦ 'ντ' κλινόμενον περισπᾶται. Τὰ εἰς 'των' μὴ περιεκτικὰ ἢ ἐθνικὰ διὰ τοῦ 'ο' κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου, Πλούτων, Πλάτων, Κράτων, Κρίτων, Γίτων, Βίτων, Τρίτων ποταμὸς μέγας ἐν Αἰγύπτῳ· ἔστι δὲ ἕτερος Βοιωτίας, Μύτων ὁ Ποσειδῶνος καὶ Μυτιλήνης καὶ ὁ Μυτιληναῖος, Μέτων, γείτων, τέκτων, Σπάρτων ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β 738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκάτων, Χαρίτων, Μελίτων, ἀχίτων, χαλκοχίτων, ἀρχιτέκτων βαρύνονται. τὸ δὲ κοιτών καὶ προκοιτών, ἱστών, προβατών ὡς περιεκτικὰ
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 39 (12.3%) word LCS 6 (10.2%)
Show overlap highlight
…ν Αἰγύπτου παίδων, Κτήσων, Μύρσων, Λεύσων ὄνομα κυνός, Γλίσων, Ἰάσων, Τελέσων, Ὀνάσων, Τυλίσων. Αὔσων ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι. τὸ δὲ Αὐσών ὁ Ἰταλός, Λυκόφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» (v. 922) ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀ…
Αὔσων, ὁ Ἰταλός. [ἀπὸ Αὔσονος, ὃς ἐκ Καλυψοῦς ἐγεννήθη τῷ Ἄτλαντι.] Λυκόφρων “κτείνουσιν αὐτὸν Αὔσονες Πελλήνιοι”. καὶ Αὐσονίς τὸ θηλυκόν, καὶ Αὐσόνιος καὶ Αὐσονία ἡ χώρα, ἀφ´ οὗ Αὐσονιεύς· καὶ Αὐσόνειος, Λυκόφρων “ὁ δ´ Αὐσονείων ἄγχι Κάλχαντος τόπων”. καὶ Αὐσονίτης, ὁ αὐτός “παρ´ Αὐσονίτην Φύλαμον δομήσεται”. καὶ Αὐσονῖτις θηλυκό…
char LCS 36 (13.5%) word LCS 8 (16.3%)
Show overlap highlight
…πάρτων ὁ Φορωνέως, Βάτων ὁ Ἀμφιαράου ἡνίοχος. τὸ δὲ Κρότων, ὅτε τὸν κτιστὴν ἢ τὴν πόλιν—ἔστι δὲ Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον καὶ ἑτέρα Τυρρηνίας μητρόπολις—ἢ τὸ ὄρος σημαίνει, ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, βαρύνεται, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν (Β  738) ὀξύνεται. καὶ τὸ χιτών τὸ ἱμάτιον ὀξύνεται πρὸς ἀντιδιαστολὴν τοῦ κυρίου καὶ ποταμοῦ. τὸ Ἀρίστων, Ἑκ…
Κρότων, πόλις Ἰταλίας εὔσημος παρὰ τὸ Ῥήγιον. βαρύνεται δὲ ὅτε τὸ ὄρος σημαίνει ὅθεν ὁ Αἴσαρος ῥεῖ ποταμός, τὸ μέντοι ἐπὶ τοῦ φθαρτικοῦ τῶν κυνῶν ὀξύνεται. ἔστι καὶ ἑτέρα πόλις, Τυρρηνίας μητρόπολις. καὶ τρίτη Ἰταλίας. οἱ πολῖται Κροτωνιᾶται καὶ θηλυκῶς Κροτωνιᾶτις, καὶ Κροτώνιος καὶ Κροτωνία καὶ Κροτωνιάτης καὶ Κροτωνιάς.
char LCS 33 (35.5%) word LCS 5 (35.7%)
Show overlap highlight
…όφρων «κτείνουσιν αὐτὸν Αὐσόνες Πελλήνιοι» (v. 922) ὡς ἐθνικὸν ὀξύνεται. Αἴσων ὁ Ἰάσονος πατήρ. τὸ δὲ Αἰσών πόλις Θεσσαλίας, ἣν Φερεκύδης Αἰσωνίαν φησί, καὶ τὸ Ὀλοοσσών πόλις Μαγνησίας. Ὅμηρος «πόλιν Ὀλοοσσόνα λευκήν» (Β  739) ὀξύνεται ὡς ἐπὶ πόλεων. καὶ τὸ κισσών ὡς περιεκτικόν. τὸ δὲ Συλοσῶν ὡς διὰ τοῦ 'ντ' κλινόμενον περισπᾶται. Τὰ εἰς 'των' μὴ περιεκτικ…
Ὀλοοσσών, πόλις Μαγνησίας. Ὅμηρος “πόλιν τ´ Ὀλοοσσόνα λευκήν”. οἱ πολῖται Ὀλοοσσόνιοι καὶ Ὀλοοσσονίηθεν ἐπίρρημα.