Prosodia Catholica (Herodian)

Passage 1.361
← Index
1.361
No summary yet
Τὰ διὰ τοῦ 'ιον' τρισύλλαβα προσηγορικὰ ἔχοντα πρὸ τοῦ 'ι' δύο σύμφωνα, ὧν οὐδέτερον ἢ τὸ ἓν οὐκ ἔστιν ἀμετάβολον, παροξύνεται, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλφιον καὶ ὅρκιον προπαροξύνεται. Τὰ διὰ τοῦ 'ηϊον' Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔστι καὶ Νήϊον ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηϊάδες, οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊον πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ (c. 24). ποσιδήϊον «ποσιδήϊον, ἀγλαὸν ὕδωρ» (Β 506), ἐκ τοῦ ποσίδειον παρὰ τὸ Ποσιδέης ὡς Ἡράκλειον παρὰ τὸ Ἡρακλέης. σημήϊον, μνημήϊον, βασιλήϊον, παρήϊον «τῆς τήκετο καλὰ παρήϊα» (Od. τ 208). λαισήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι. * Τὰ διὰ τοῦ 'ωϊον' προπαροξύνεται. Ἀλώϊον πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέος. Ὁμολώϊον τεμενικὸν κατὰ πλεονασμὸν τοῦ 'ω' ἐκ τοῦ Ὁμόλιον. Πᾶν εἰς 'ιον' ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται, Περγάντιον πόλις Λιγύων, Αἰάντιον, Βυζάντιον, ἀρτοπώλιον, πλοιάριον, παρθένιον, Διωνύσιον, οἰνοπώλιον, κωδώνιον, αὐχένιον, διαβούλιον. * Τὰ εἰς 'ιον' ὑπὲρ τρεῖς συλλαβὰς 'β', 'γ', 'δ', 'ζ', 'θ' παραληγόμενα προπαροξύνεται, ἱπποφόρβιον, συφόρβιον, Κανήβιον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος
Pending translation

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 90 (84.1%) word LCS 17 (81.0%)
Show overlap highlight
…τήκετο καλὰ παρήϊα» (Od. τ  208). λαισήϊον. λέγονται δὲ πάντα τὰ κατὰ μάχην σκεπαστήρια λαισήϊα διὰ τὸ ἐν τῇ λαιᾷ φέρεσθαι. * Τὰ διὰ τοῦ 'ωϊον' προπαροξύνεται. Ἀλώϊον πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέος. Ὁμολώϊον τεμενικὸν κατὰ πλεονασμὸν τοῦ 'ω' ἐκ τοῦ Ὁμόλιον. Πᾶν εἰς 'ιον' ὑπὲρ τρεῖς συλλαβὰς μονογενὲς κύριον ἢ προσηγορικὸν ἢ ὑποκοριστικὸν προπαροξύνεται,…
Ἀλώιον, πόλις Θεσσαλίας ἐπὶ τῶν Τέμπεων, ἣν ἔκτισαν οἱ Ἀλωάδαι καθελόντες τοὺς Θρᾷκας. ὡς εἶναι αὐτὴν ἀπὸ Ἀλωέως. τὸ ἐθνικὸν Ἀλωεύς.
char LCS 70 (49.6%) word LCS 16 (48.5%)
Show overlap highlight
…αι, ἰσχίον, ἱστίον, ὀγκίον, κυμβίον, ἀντίον τὸ τοῦ ἱστοῦ. τὸ σίλφιον καὶ ὅρκιον προπαροξύνεται. Τὰ διὰ τοῦ 'ηϊον' Ἰωνικὰ προπαροξύνεται, λήϊον, νήϊον· ἔστι καὶ Νήϊον ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηϊάδες, οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊ…
Νήιον, ὄρος Ἰθάκης, ἀφ´ οὗ κατὰ Κράτητα αἱ νηιάδες. οἱ δὲ τὰς διατριβούσας περὶ τὰ νάματα. τὸ δὲ Ὑπονήιον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. αἱ δὲ νηιάδες ἀπὸ τοῦ νήιος ἢ ἀπὸ τοῦ νηιεύς.
char LCS 51 (42.1%) word LCS 8 (38.1%)
Show overlap highlight
…νάματα. αἱ δὲ νηϊάδες ἀπὸ τοῦ νήϊος ἢ ἀπὸ τοῦ νηΐς. τὸ δὲ Ὑπονήϊον σύνθετον ὡς τὸ Ἐπικνημίδιοι. Λυκήϊον, Μιδήϊον πόλις Φρυγίας, ἣ Μιδάϊον καὶ Μιδάειον λέγεται. Ταρσήϊον πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ (c. 24). ποσιδήϊον «ποσιδήϊον, ἀγλαὸν ὕδωρ» (Β  506), ἐκ τοῦ ποσίδειον παρὰ τὸ Ποσιδέης ὡς Ἡράκλειον παρὰ τὸ Ἡρακλέης. σημήϊον, μνημήϊον, βασιλήϊον, παρήϊον «τ…
Ταρσήιον, πόλις πρὸς ταῖς Ἡρακλείαις στήλαις. Πολύβιος τρίτῳ. τὸ ἐθνικὸν ἔδει Ταρσηίτης ἢ Ταρσηιώτης. νῦν δὲ κατὰ τὸ ἐπιχώριον Ταρσηῖνοι λέγονται.
char LCS 46 (41.4%) word LCS 9 (47.4%)
Show overlap highlight
…γιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος
Σιλίνδιον, πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος ἐν ἑκκαιδεκάτῳ τοῦ Τρωικοῦ διακόσμου. οἱ πολῖται Σιλινδῖται καὶ Σιλινδιῶται.
char LCS 41 (52.6%) word LCS 7 (58.3%)
Show overlap highlight
…ον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ Σκήψιος
Ἁρπάγια, οὐδετέρως, τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. οἱ οἰκήτορες Ἁρπαγιανοί.
char LCS 37 (56.1%) word LCS 5 (45.5%)
Show overlap highlight
…όμενα προπαροξύνεται, ἱπποφόρβιον, συφόρβιον, Κανήβιον πόλις Καρίας ἡ ὕστερον Κύον, Λανούβιον πόλις περὶ τὴν Ῥώμην. κυνήγιον, ὀρροπύγιον, Σηράγγιον, φαλάγγιον. Ἀμύργιον πεδίον Σακῶν. Ἑλλάνικος Σκυθικοῖς. Ἁρπάγια τόπος περὶ Κύζικον, ὅθεν ἡρπάσθαι φασὶ Γανυμήδην. Στυλλάγιον πόλις Τριφυλίας. Σεσίνδιον πόλις Ἰνδική. Σιλίνδιον πόλισμα περὶ τὴν Ἴδην, ὡς Δημήτριος ὁ …
Ἀμύργιον, πεδίον Σακῶν, Ἑλλάνικος Σκυθικοῖς. τὸ ἐθνικὸν Ἀμύργιος, ὡς αὐτός φησιν.