Prosodia Catholica (Herodian)

Passage 1.363
← Index
1.363
Place names with -ιον suffix
ἀφ´ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωϊκή. * Τὰ διὰ τοῦ 'νιον' ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ´ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, πόλιν Φρυγίας, φασίν, ἣν Στράβων δωδεκάτῃ Ἀζανούς λέγει «τῆς δ´ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια». Μεδιολάνιον πόλις Ἀκυτανίας. Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς 'ει' διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προσκήνιον, περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυχούς» (v. 856). δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τοῦ Ταύρου· φασὶ δ´ ὅτι ἦν τις Ναννακός, ὃς ἔζησεν ὑπὲρ τὰ τριακόσια ἔτη. τοὺς δὲ πέριξ μαντεύσασθαι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι.
“from the time when the ship sailed away.” Tortomion, a city between Syria and Armenia. Hyamion, a Trojan city. * The words in -νιον, when they are more than three syllables, are accented on the antepenult: Malanion, a city inland of the Oenotrians, among those listed by Hecataeus in Europe. optanion among the Attics; it is also written optaneion. botanion, lekanion. Arbanion, a city by the Pontus. Bryanion, a city of Thesprotia. Azanion: thus some speak of Aizanous, a city of Phrygia, which Strabo in the twelfth book calls Azanoi: “and of Epictetus Phrygia there are Azanoi and Nakoleia.” Mediolanion, a city of Aquitania. Hyrkanion, a plain of Lydia, as Eratosthenes says in the fifth book of the Galatica. helenion, Hormenion, Parthenion, a city of Euboea; there is also one of Thrace; and it is also the name of a mountain. auchenion. This, however, varies in respect of the penult, since it is also written with the diphthong ει. Achaimenion, the Persian district from Achaimenes son of Aegeus, which is also Achaimenia. Poimenion, a mountain in Macedonia. Tauromenion, a city of Sicily. Temenion, a place in Messenia, in which Temenus is buried. Alalkomenion, a city of Boeotia, from Alalkomeneus, who also founded Athena Alalkomeneïs; it is also called Alalkomenai. Apennion, a mountain range stretching through the middle of Italy. Eleusin—Eleusinion. skēnē—proskēnion, periskēnion; selēnē—selēnion. thīs, thinós—thīnion and akrothīnion. Delphinion, a fort of the Chians, as Thucydides says in the eighth book (c. 38). Kytinion, one city of the three Dorian cities. Aiginion, a city of the Illyrians, as Strabo says. Lavinion, a city of Italy, a foundation of Aeneas; Iobas in the first book: from Lavinia, the king’s daughter. Lakinion, a mountain of Croton. Lycophron: “and the recesses of Lakinion” (v. 856). daimonion, chelidonion, othonion, akonion, eikonion. Ikonion, a city of Lycaonia by the borders of Taurus; and they say that there was a certain Nannakos who lived more than three hundred years, and that those around consulted an oracle as to how long he would live. And an oracle was given, that when he died all would perish. And the Phrygians, when they heard it, lamented exceedingly; whence also the proverb “to weep for Nannakos,” said of those who are excessively pitied. And when the flood came in the time of Deucalion, all perished. And when the earth had dried, Zeus ordered Prometheus and Athena to fashion images from clay, and, having summoned the winds, he ordered them to blow into them all and to make them living.

Gadget

A small interactive toy based on this passage (experimental).
No gadget yet.

Overlaps (Stephanos, Meineke)

char LCS 191 (33.9%) word LCS 32 (31.4%)
Show overlap highlight
…υτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία «τὸ ἐπὶ Ναννακοῦ κλαύσειν» ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι.
…ι, ἕως τίνος βιώσεσθαι. ἐδόθη δὲ χρησμός, ὅτι τούτου τελευτήσαντος πάντες διαφθαρήσονται. οἱ δὲ Φρύγες ἀκούσαντες ἐθρήνουν σφοδρῶς. ὅθεν καὶ παροιμία “τὸ ἐπὶ Ἀννακοῦ κλαύσειν” ἐπὶ τῶν λίαν οἰκτιζομένων. γενομένου δὲ τοῦ κατακλυσμοῦ ἐπὶ Δευκαλίωνος πάντες διεφθάρησαν. ἀναξηρανθείσης δὲ τῆς γῆς ὁ Ζεὺς ἐκέλευσε τῷ Προμηθεῖ καὶ τῇ Ἀθηνᾷ εἴδωλα ἀναπλάσαι ἐκ τοῦ πηλοῦ, καὶ προσκαλεσάμενος τοὺς ἀνέμους ἐμφυσῆσαι πᾶσιν ἐκέλευσε καὶ ζῶντα ἀποτελέσαι. διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. ὁ πολίτης Ἰκονιεύς.
char LCS 78 (66.1%) word LCS 14 (70.0%)
Show overlap highlight
…νός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυχούς» (v. 856). δαιμόνιον, χελιδόνιον, ὀθόνιον, ἀκόνιον, εἰκόνιον. Ἰκόνιον πόλις Λυκαονίας πρὸς τοῖς ὅροις τ…
Λαβίνιον, πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. τὸ ἐθνικὸν Λαβινιάτης. λέγονται καὶ Λαυινιᾶται.
char LCS 63 (63.0%) word LCS 11 (64.7%)
Show overlap highlight
ἀφ´ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωϊκή. * Τὰ διὰ τοῦ 'νιον' ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ´ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, …
Μαλάνιος, πόλις μία μεσογείας τῶν Οἰνώτρων τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. τὸ ἐθνικὸν Μαλάνιος καὶ Μαλανιεύς.
char LCS 40 (58.8%) word LCS 7 (58.3%)
Show overlap highlight
…ὰ τῆς 'ει' διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. …
Τημένιον, χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. οἱ οἰκήτορες Τημενιεῖς ὡς Ἰλιεῖς.
char LCS 38 (38.8%) word LCS 6 (35.3%)
Show overlap highlight
…αὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προσκήνιον, περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασ…
Δελφίνιον, φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ. τὸ ἐθνικὸν Δελφίνιος· προκατελήφθη γὰρ ὁ τύπος τοῦ ἐθνικοῦ· ἢ Δελφινιεύς.
char LCS 37 (56.1%) word LCS 6 (54.5%)
Show overlap highlight
ἀφ´ οὗπερ ἀπέπλευσεν ἡ ναῦς». Τορτόμιον πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. Ὑάμιον πόλις Τρωϊκή. * Τὰ διὰ τοῦ 'νιον' ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπ…
Τορτόμιον, πόλις μεταξὺ Συρίας καὶ Ἀρμενίας. τὸ ἐθνικὸν Τορτόμιος ὡς Βυζάντιος.
char LCS 36 (55.4%) word LCS 7 (63.6%)
Show overlap highlight
…ς Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς 'ει' διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ…
Ἀχαιμενία, ἡ Περσικὴ μοῖρα, ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως. λέγεται καὶ Ἀχαιμένιον.
char LCS 36 (53.7%) word LCS 7 (58.3%)
Show overlap highlight
…Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια». Μεδιολάνιον πόλις Ἀκυτανίας. Ὑρκάνιον πεδίον τῆς Λυδίας, ὡς Ἐρατοσθένης ἐν πέμπτῳ Γαλατικῶν. ἑλένιον, Ὁρμένιον, Παρθένιον πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. ἔστι δὲ καὶ ὄνομα ὄρους. αὐχένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς 'ει' διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένου…
Παρθένιον, πόλις Εὐβοίας. ἔστι δὲ καὶ Θρᾴκης. τὸ ἐθνικὸν Παρθένιος καὶ Παρθενιεύς.
char LCS 30 (62.5%) word LCS 5 (62.5%)
Show overlap highlight
… περισκήνιον, σελήνη σελήνιον. θίς θινός θίνιον καὶ ἀκροθίνιον. Δελφίνιον φρούριον Χίων, ὡς Θουκυδίδης ὀγδόῃ (c. 38). Κυτίνιον μία πόλις τῶν τριῶν τῶν Δωρικῶν. Αἰγίνιον πόλις Ἰλλυριῶν, ὡς Στράβων. Λαβίνιον πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν πρώτῳ. ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. Λακίνιον ὄρος Κρότωνος. Λυκόφρων «καὶ Λακινίους μυχούς» (v. 85…
Αἰγίνιον, πόλις Ἰλλυριῶν, ὡς Στράβων. τὸ ἐθνικὸν Αἰγινιεύς.
char LCS 24 (31.2%) word LCS 5 (31.2%)
Show overlap highlight
…ται, Μαλάνιον πόλις μία μεσογείας τῶν Οἰνωτρῶν τῶν ὑπὸ Ἑκαταίου καταλεχθεισῶν ἐν Εὐρώπῃ. ὀπτάνιον παρ´ Ἀττικοῖς, γράφεται δὲ καὶ ὀπτανεῖον. βοτάνιον, λεκάνιον. Ἀρβάνιον πόλις πρὸς τῷ Πόντῳ. Βρυάνιον πόλις Θεσπρωτίας. Ἀζάνιον· οὕτω τινὲς Αἰζανούς, πόλιν Φρυγίας, φασίν, ἣν Στράβων δωδεκάτῃ Ἀζανούς λέγει «τῆς δ´ Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ …
Ἀρβάνιον, πόλις πρὸς τῷ Πόντῳ. τὸ ἐθνικὸν Ἀρβάνιος, καὶ τὸ θηλυκὸν ἐν κοινῷ γένει “Ἀρβάνιος ἀκτή”.